Ancient Greek · ~9 min
Volume 69
Cyrillus Theol., Fragmenta in libros Regum 69.684
Not analysed yet
ΒΙΒΛΟΣ Βʹ. Καὶ ἐῤῥέθη τῷ Δαβὶδ Οὐκ εἰσελεύσῃ ὧδε, ὅτι ἀντέστησαν οἱ τυφλοὶ καὶ χωλοί. Κυρίλλου. Οὐκοῦν τῷ μὲν μακαρίῳ Δαβὶδ οἱ ἀπό τε τῆς Ἱερουσαλὴμ, ἤτοι τῆς Ἰεβοῦς, ἀντέστησαν τυφλοὶ καὶ χωλοί· καὶ τοῦτο πεποιηκότες, οἰκτρῶς διολώλασι· κατελάβετο γὰρ αὐτήν. Ἀντέστησαν τῷ πάντων Σωτῆρι Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας αὐτοῦ καιρὸν οἱ τῆς Ἱερουσαλὴμ οἰκήτορες χωλοὶ καὶ τυφλοί· οὐ γὰρ ᾔδεσαν ὀρθοποδεῖν· ἀλλ' οὐδὲ τὸ θεῖον εἰς νοῦν ἐδέξαντο φῶς οἱ τὴν πίστιν οὐ προσιέμενοι, Γραμματεῖς δὲ μάλιστα καὶ Φαρισαῖοι. Καὶ ἀπέστειλεν Δαβὶδ ἀγγέλους, καὶ ἔλαβεν αὐτὴν, καὶ εἰσῆλθε πρὸς αὐτήν. Κυρίλλου. Μὴ ταραχθῇς ἑτοίμως περὶ τῶν ἁγίων, εἰ γεγόνασιν ἐν παροράμασιν ἔσθ' ὅτε καὶ αὐτοί· καὶ γάρ ἐστιν ἀληθὲς ὅτι καὶ οἱ σφόδρα γενναιότατοι τῶν στρατιωτῶν, οἱ ἐπ' ἀνδρείᾳ σωμάτων καὶ εὐτεχνίᾳ τεθαυμασμένοι, πλήττονται μὲν ἔσθ' ὅτε μαχόμενοι, πλὴν οὐ καταπίπτουσιν. Ἄλλως τε χρῆναι γὰρ ὑπολαμβάνω προσεπενεγκεῖν τοῖς εἰρημένοις καὶ τοῦτο· Μόνῳ τετήρηται τῷ φιλανθρώπῳ Σωτῆρι Χριστῷ, τὸ μὴ παθεῖν ἁμαρτίαν· ὅτι Θεὸς κατὰ φύσιν ὢν, γέγονε σάρξ. Διὰ τοῦτο καὶ αὐτὸς ἔλεγε περὶ ἑαυτοῦ· «Ἔρχεται ὁ ἄρχων τοῦ αἰῶνος τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν· Καὶ μετ' ὀλίγα· Καὶ ταῦτά φημι περὶ τῆς ἁμαρτίας τοῦ Δαβὶδ ὅτε εἰσῆλθε πρὸς τὴν Βερσαβεὲ τὴν τοῦ Οὐρίου γαμετήν. Προσήκει δὲ ἅπασι τῆς ἱστορίας ὁ λόγος· εἰ γὰρ καὶ ἠσθένησεν ὡς ἄνθρωπος, καί τι τῶν ἀδοκήτων εὑρίσκεται πεπονθὼς, ἀλλ' ἔδειξεν ὡς τὰ τῶν ἁγίων πταίσματα ταχεῖαν ἔχει τὴν ἐπανόρθωσιν. Καὶ εἶπε Δαβὶδ τῷ Νάθαν· Ἡμάρτηκα τῷ Κυρίῳ. Κυρίλλου, ἐκ τῆς εἰς τὸν νʹ ψαλμόν. Ἐνταῦθά μοι θαύμαζε τὸν μακάριον Δαβίδ· . . . ,τεθρήνηκεν ὑπὲρ τῆς ἁμαρτίας. Καί γε ὁ υἱός σου ὁ τεχθείς σοι, θανάτῳ ἀποθανεῖται. Κυρίλλου, ἐκ τοῦ εἰς ψαλτήριον ὑπομνήματος, ῥητοῦ προκειμένου. «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με.» Καίτοι ταῦτα ἀκούσας παρὰ τοῦ προφήτου, . . . μᾶλλον ἢ συγγινώσκεσθαι. Καὶ ἔλαβε τὸν στέφανον Μολχὸμ τοῦ βασιλέως. Κυρίλλου. Παρετάξατο μὲν πρὸς τοὺς υἱοὺς Ἀμμὼν, καὶ τοὺς ταῖς ἐκείνων ἀπονοίαις συνησπισκότας τοὺς ἀπὸ γέας φημὶ τῆς Σύρων· νενίκηκε δὲ, καὶ εἷλε μὲν αὐτοὺς κατὰ κράτος· λαβὼν δὲ τὸν στέφανον τοῦ Μολχὼμ, εἶτα λίθον ἐν αὐτῷ παμμεγέθη καὶ πολύτιμον εὑρὼν, ἐνέδησε τῷ ἰδίῳ στεφάνῳ. Καὶ Δαβὶδ ἀνέβαινε κλαίων καὶ τὴν κεφαλὴν ἐπικεκαλυμμένος. Κυρίλλου. Ἐπειδὴ συνέβη πρὸ τοῦ πολέμου τοῦ