Ancient Greek
Page 223
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos 223
Not analysed yet
Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου. Ἀπόλεκτον μὲν ἐποιεῖτο Θεὸς ἐν ἀρχαῖς τὸν Ἰσραὴλ, καὶ δὴ καὶ πρωτότοκον αὐτὸν ἀπεκάλει· ἀλλὰ γεγόνασιν ἀλαζόνες καὶ ὑβρισταὶ, καὶ τὸ ἔτι τούτων ἐπέκεινα κυριοκτόνοι· ταύτῃτοι διολώλασι, γεγόνασι γὰρ ἀπόπεμπτοι καὶ ἐξεῤῥιμμένοι, καὶ τῆς πρὸς Θεὸν οἰκειότητος εἰς ἅπαν ὠλισθηκότες, τέθεινται κατόπιν ἐθνῶν· πεφήνασι δὲ καὶ τῆς τῶν πατέρων ἐλπίδος ἀλλότριοι. ἐπειδὴ δὲ ὁ μακάριος Παῦλος τῶν θείων εὐαγγελίων τέθειται λειτουργὸς, καὶ διεκήρυττε τοῖς ἔθνεσιν τὸν Ἰησοῦν, ἄνω τε καὶ κάτω τοὺς ἐξ αἵματος Ἰσραὴλ ἀποπεπτωκέναι λέγων, καὶ τοὺς ἐν σκότῳ ποτὲ καὶ τῶν δαιμονίων θεραπευτὰς κλητοὺς γενέσθαι κατὰ πρόθεσιν καὶ πρόγνωσιν Θεοῦ διισχυριζόμενος, ἵνα μή τινες οἴωνται τῶν ἀμαθεστέρων μονονουχὶ κειμένοις καὶ ἐνάλλεσθαι τοῖς ἐκ γένους αὐτὸν, καὶ πεσοῦσιν ἐπιμειδιᾶν, ἀναγκαίαν ποιεῖται τὴν ἀπολογίαν καί φησιν Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, καὶ τὰ ἑξῆς. ἀλλὰ τοῖς μὲν εἰς τοῦτο σκαιότητος ἐκπεφοιτηκόσιν, ὡς τῆς εἰς Θεὸν ἀγάπης ἀπολισθεῖν, σκληράς τε τὰς ἐπὶ τούτῳ λοιπὸν ἀνατλῆναι δίκας, ἐπιστυγνάσειεν ἄν τις· καὶ τὸ ἐκ φιλαλληλίας αὐτοῖς ἐπιστάξαι δάκρυον εἴη ἂν οὐ πέρα λόγου, μᾶλλον δὲ τῆς ἀγάπης τὴν πλήρωσιν ἔχει· τό γε δὴ καὶ ὑπὲρ αὐτῶν ἀνάθεμα θέλειν εἶναι ἀπὸ Χριστοῦ, μέτρων ἐπέκεινα τῶν ἀγάπης λοιπόν· οὐ γὰρ ἂν ἕλοιτό τις εἴπερ ἐστὶν ἐν καλῷ φρενὸς, τῆς ἑτέρων ἕνεκα σωτηρίας προσκρούειν Θεῷ, καὶ ποιεῖσθαι μὲν παρ' οὐδὲν τὴν ἑαυτοῦ ζωὴν, ἑτέροις γεμὴν τὸ χρῆμα ἐνεῖναι ἑλεῖν.