Ancient Greek · ~9 min
Part Ex, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ., Περὶ γενετῆς Μωσέως.
Cyrillus Theol., Glaphyra in Pentateuchum 1-9
Not analysed yet
α. Ἄρτι καὶ μόλις τὸ ἐπὶ τῇ Γενέσει βιβλίον διὰ πολλῆς ἄγαν ἰσχνομυθίας ὡς ἔνι διαπεράναντες, ἐκ δυνάμεως εἰς δύναμιν, κατά γε τὸ ἐν Ψαλμοῖς ὑμνούμενον, οὐδ’, ὅσον εἰπεῖν, βραχὺ διαπνεύσαντα, τὸν ἀγαθοῖς ἱδρῶσιν ἐντριβῆ μετοίχεσθαι δεῖν ἀναπείθομεν κάλαμον. Ἁπτόμεθα γὰρ, ἐθέλοντός τε καὶ σοφοῦντος Θεοῦ, τῶν ἐν τῇ Ἐξόδῳ κεφαλαίων, ἃ παραλελεῖφθαι δοκεῖ συντεθεικόσιν ἡμῖν τὴν ἠθικὴν παραίνεσιν, ὅτε καὶ μακροὺς ἐδόκει παραιτεῖσθαι λόγους, καταδεικνύειν ἐθέλουσι τίς ἂν νοοῖτο πρὸς ἡμῶν ὁ τῆς ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσκυνήσεως τρόπος. Ἀποδιελόντες γὰρ ἕκαστα τῶν ἐγκειμένων κεφαλαίων τοῖς πέντε Μωσέως βίβλοις, καὶ τῆς ἐν αὐτῷ θεωρίας τὸν σκοπὸν εὖ μάλα προαθρήσαντες, τὰ μὲν ὅσα ταῖς ἠθικαῖς ὑφηγήσεσιν ἀναγκαῖά πως ἧν καὶ ὅτι μάλιστα χρειωδέστατα, συντεθείκαμεν ἐπὶ καιροῦ, καὶ ὡς ἐν τάξει δὴ λέγω τῇ ἑκάστῳ πρεπωδεστάτῃ· τὰ δὲ δι’ ὧν ἧν εἰκὸς τὸ Χριστοῦ μυστήριον ὡς ἐν σκιαῖς ἔτι ταῖς κατὰ νόμον, ὡς ἔνι, προαναφαίνεσθαι, τῇ μετ’ ἐκείνην τετηρήκαμεν συγγραφῇ· ἐφ’ ᾗ καὶ νῦν ἱδροῦν ἑλομένοις, ἀγαπητὲ Παλλάδιε, συναθλήσεις οἶδ’ ὅτι διὰ προσευχῆς. Βάδιμον μὲν ἥκιστά γε τοῖς καθ’ ἡμᾶς τὸ χρῆμά ἐστι, γένοιτο δ’ ἂν κἂν γοῦν ἐκ μέρους εὐστιβὲς, Χριστοῦ δὴ πάλιν τὴν ἔς γε τουτὶ διευρύνοντος τρίβον. Αὐτὸς γάρ ἐστιν ἡ ὁδὸς, καὶ αὐτὸς ἡ θύρα, καὶ ἐν αὐτῷ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. Ποιησόμεθα δὲ τοῦ βιβλίου συγγραφὴν οὐκ ἀπαραλείπτως καὶ ἐφεξῆς διὰ παντὸς ἐρχόμενοι κεφαλαίου (πλεῖστα γὰρ ὅσα, καθάπερ ἔφην ἀρτίως, ἀπολέγδην εἰσπεποιήμεθα, τῇ ἑτέρᾳ συντάξει περιφανῶς εὐρήσομεν)· ἃ δ’ ἂν ὁρῷτο λοιπὸν τῷ προκειμένῳ σκοπῷ χρήσιμα, ταῦτα κατά γε τὸ ἐγχωροῦν βασανίζοντες ἀκριβῶς τε καὶ διεσμιλευμένως, κατευθὺ τῆς ἀληθείας ἥξομεν. Ἐπεὶ δὲ ὁ τοῦ βιβλίου σκοπὸς εἰς λύτρωσιν φέρει τὴν διὰ Χριστοῦ, πᾶσά πως ἀνάγκη προκεκινδυνευκὸς οὐ μετρίως τὸ ἀνθρώπινον ἐπιδεῖξαι γένος, καὶ εἰς λῆξιν ἤδη τῆς ἀνωτάτω ταλαιπωρίας ἐνηνεγμένον. Προήκοι γὰρ ἂν ὧδέ τε καὶ οὐχ ἑτέρως ἐν κόσμῳ τῷ πρέποντι τῆς ἐπικουρίας ὁ λόγος· Ἡ γὰρ δύναμίς μου, φησὶν, ἐν ἀσθενείᾳ τελειοῦται. Δεῖν δὲ οἶμαι καὶ τοῖς ἰατρῶν ἐπιστήμοσι καὶ δοκιμωτάτοις, εἰ δή ποι μέλλοιεν ἐφ’ οἷς ἂν εἶεν σοφοὶ θαυμάζεσθαί που, προκεῖσθαι τὸν ἄῤῥωστον, περὶ ὃν ἂν γένοιτο καὶ ἡ τῆς ἐνούσης αὐτοῖς εὐτεχνίας ἐπίδειξις.