Ancient Greek · ~5 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Γ., Περὶ τοῦ Ἀβραὰμ, καὶ τῆς ἐπαγγελίας τῆς κατὰ τὸν Ἰσαὰκ, καὶ ὅτι δι’ αὐτῶν προετυποῦτο τῆς πίστεως τὸ μυστήριον.
Cyrillus Theol., Glaphyra in Pentateuchum 1-3
Not analysed yet
α. Ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν γενέσθαι Χριστὸν, ὁ θεσπέσιος γράφει Παῦλος· καὶ μὴν, ὅτι τῆς ἀρχαίας καὶ διὰ Μωσέως ἐντολῆς τὴν ἀσυγκρίτως ἀμείνω καὶ προφερεστέραν ἡμῖν εἰσκεκομικὼς, φημὶ δὴ τὴν εὐαγγελικὴν, κρείττονος διαθήκης γέγονεν ἐγγυητὴς, διεβεβαιοῦτο σαφῶς. Καὶ ἀληθὴς ὁ λόγος· εἴπερ ὁ μὲν νόμος ὀργὴν κατεργάζεται, καὶ ἁμαρτίας ἐστὶν παραδεικτικὸς, δικαιοῖ δὲ ἡμᾶς ἡ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἡμερότητος διακονουμένη χάρις. Ὡς γὰρ αὐτός πού φησιν, οὐκ ἦλθεν ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ. Ὅτι τοίνυν, κἂν εἰ μὴ γέγονε τὸ κατὰ σάρκα τυχὸν ἐκ φυλῆς τοῦ Λευῒ, κεχρημάτικέ τε καὶ ἔστιν ἀρχιερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν τῆς ἱερωσύνης Μελχισεδὲκ, ἀποχρώντως ἡμῖν ἤδη διέδειξεν ὁ λόγος. Ὅτι δὲ τῆς ἐν πίστει δικαιοσύνης τὸ μυστήριον τῆς ἐν νόμῳ περιτομῆς πρεσβυτέραν ἔχει τὴν προανάῤῥησιν, καὶ ὅτι προκατεγράφετο τοῖς ἐξ Ἰσραὴλ ὁ τύπος τοῦ, μὴ ἂν ἑτέρως δύνασθαι σωθῆναί ποτε, πλὴν ὅτι διὰ μόνου Χριστοῦ τοῦ δικαιοῦντος τὸν ἀσεβῆ, καὶ ἀνιέντος ἐγκλήματα. Καὶ πρός γε δὴ τούτοις, ὅτι Θεοῦ κληρονόμοι, καὶ ἐν τοῖς ὅτι μάλιστα γνησίοις κατατετάξονται τέκνοις οἱ ἐκτῆς ἐπαγγελίας, τῆς ἐν Ἰσαὰκ γεγενημένης πρὸς τὸν μακάριον Ἀβραὰμ, φέρε δὴ λέγωμεν, ἐξ αὐτῶν ἑλόντες τῶν ἱερῶν Γραμμάτων, καὶ τὰς ἐφ’ ἑκάστῳ ποιούμενοι πίστεις λεπτῶς καὶ ἐξητασμενῶς.