Ancient Greek · ~8 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ. Περὶ τοῦ Νῶε καὶ τῆς κιβωτοῦ., Περὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Μελχισεδέκ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 11
Not analysed yet
ια. Ἀποδέδεικται τοίνυν ἐν μὲν τῷ Μελχισεδὲκ, ὅτι μεταστήσεταί ποτε τῆς ἱερωσύνης τὸ χρῆμα, τῆς κατὰ νόμον ἱερατευούσης φυλῆς· καὶ μὴν, ὅτι καὶ ἕτερος ἱερουργίας ἀναλάμψει τρόπος τε καὶ νόμος. Ἦν γάρ πως ἀνάγκη συμμεθίστασθαι καὶ ἀποφοιτᾷν ταῖς ἱερουργίαις καὶ αὐτὸν τὸν νόμον. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Παῦλος φιλοσοφεῖ τὰ τοιάδε, καί φησιν· Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν (ὁ λαὸς γὰρ ἐπ’ αὐτῆς νενομοθέτηται), τίς ἔτι χρεία κατὰ τὴν τάξιν τοῦ Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. Καὶ πάλιν· Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος, ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκίνης γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου. Μαρτυρεῖται γὰρ, Ὅτι σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Ὁρᾷς ὅπως τὸ μηδὲν δύνασθαι τελειοῦν τῆς κατὰ νόμον ἱερωσύνης καταψηφίζεται, χρησιμωτάτην ἀποδεικνὺς τῆς κρείττονος ἐντολῆς τὴν ἐπεισφοράν. Εἰ γὰρ ἦν ἐν ἐκείνῃ τὸ ἀναγκαῖον, τί μὴ μᾶλλον, φησὶ, κατὰ τὴν τάξιν Ἀαρὼν ἱερεὺς ἕτερος ἀναδείκνυται, καὶ οὐ κατὰ τὴν τάξιν Μελχισεδὲκ, ὃς ἦν ὁμοίωσις καὶ τύπος Χριστοῦ, ἥκιστα μὲν σαρκικῶς ἱερατεύοντος ἔτι, κατὰ δύναμιν δὲ μᾶλλον ἀκαταλύτου ζωῆς; Τρέφει γὰρ ἡμᾶς εἰς ἀμάραντον ζωὴν ταῖς μυστικαῖς ἱερουργίαις, καίτοι σαρκικῶς ἱερατεύοντος Ἀαρών. Βουθυσίαι τε γὰρ δι’ αὐτοῦ, καὶ προβάτων ἦσαν σφαγαὶ, καὶ σποδὸς δαμάλεων ῥαντίζουσα τοὺς κεκοινωμένους, πρὸς τὴν τῆς σαρκὸς καθαρότητα· καὶ ἕτερα ἄττα πρὸς τούτοις, οὐ τελειοῦντα κατὰ συνείδησιν τοὺς λατρεύοντας. Ἀδύνατον γὰρ αἷμα ταύρων, ἀφαιρεῖν ἁμαρτίας. Ὅτε τοίνυν καὶ ἕτερος ἡμῖν εἰσκεκόμισται τρόπος ἱερουργίας ἀφιστὰς τῶν πρώτων καὶ ἀρχαιοτέρων ἐθῶν, ἕτερός που πάντως καὶ ἱερεύς. Καὶ εἰ καινὴν ἐπήγγελται διαθήκην ὁ Θεὸς, παλαιωθείσης τῆς πρώτης, ὁ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερεὺς, ἐφ’ οὗ πρέποι ἂν καὶ τὸ εἰς αἰῶνα νοεῖσθαι· οὐδεὶς ἂν ἕτερος εἴη παρὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.