Ancient Greek · ~10 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Ζ., Περὶ Συμεὼν καὶ Λευΐ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 1-8
Not analysed yet
α. Συμεὼν καὶ Λευῒ ἀδελφοὶ συνετέλεσαν ἀδικίαν ἐξ αἱρέσεως αὐτῶν. Εἰς βουλὴν αὐτῶν μὴ ἔλθοι ἡ ψυχή μου, καὶ ἐπὶ τῇ συστάσει αὐτῶν μὴ ἐρείσαι τὰ ἥπατά μου, ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους, καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐτῶν ἐνευροκόπησαν ταῦρον. Ἐπικατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης, καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνθη. Διαμεριῶ αὐτοὺς ἐν Ἰακὼβ, καὶ διασπερῶ αὐτοὺς ἐν Ἰσραήλ. Ἐκπεπορνευμένης τῆς Ἱερουσαλὴμ, καὶ ἀνοσίοις φενακισμοῖς τῶν ἑτεροδιδασκαλεῖν εἰωθότων ὑπενεγκούσης τὸν νοῦν, ἐχαλέπαινε μὲν εἰκότως ὁ τῶν ὅλων Θεὸς, ἔφασκε δὲ διὰ φωνῆς Ἡσαΐου καὶ μάλα σαφῶς· Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ’ ἐμοῦ. Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων. Ἐπειδὴ δὲ ταῖς εἰς τοῦτο παραφοραῖς τε καὶ ῥᾳθυμίαις οἱονεί πως καταμεθύουσαν τὴν βέβηλον Ἱερουσαλὴμ μεταρυθμίζειν ἐπὶ τὸ ἄμεινον ὁ Θεὸς καὶ Πατὴρ ἐσκέπτετο, πέπομφεν ἐξ οὐρανοῦ τὸν ἴδιον Υἱὸν καθ’ ἡμᾶς γεγονότα, τουτέστιν, ἄνθρωπον· ἵν’ ἐπείπερ ἐπ’ ἀνηνύτοις πράγμασιν ἡ τῶν ἁγίων προφητῶν κατέλυσε πληθύς· ἔφασκον γάρ· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; κἂν γοῦν αὐτὸν ἥκοντα λοιπὸν ἐντρέποιντο τὸν Υἱόν. Οἱ δὲ καὶ εἰς τοῦτο καθήκοντο δυσβουλίας, ὥστε οἴεσθαι καὶ κλῆρον ἑλεῖν δύνασθαι τὸν δεσποτικὸν, ἀπεκτονότες δὲ τοὺς ἁγίους, δυσσεβείας τε τῆς εἰς ἄκρον ἰόντες ἐπέκεινα, καὶ εἰς αὐτὸν ἐκτόπως πεπαρῳνήκασι τὸν Υἱόν. Εἶπον γὰρ ἐν ἑαυτοῖς· Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε ἀποκτείνωμεν αὐτὸν, καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ. Καὶ οὐ μέχρι τούτων τὰ τῆς δυσσεβείας αὐτοῖς, ἀλλὰ γὰρ τοῖς ἁγίοις προφήταις προσέθεσαν τοὺς δευτέρους, τοὺς ἁγίους ἀποστόλους φημὶ, οὐδὲ αὐτῶν αἱμάτων ἔτι φειδόμενοι. Τοιουτονί τινα νοῦν ὁ τῆς προκειμένης ἡμῖν προφητείας ὠδίνει σκοπός. Ἔοικε μὲν γὰρ ὁ θεσπέσιος Ἰακὼβ τῶν ἐν Σικίμοις πεπραγμένων διαμεμνῆσθαι πάλιν. Ἔχει δὲ οὕτω κατὰ ἀλήθειαν ὁ τοῦ δικαίου σκοπός· πῶς γὰρ τὸ ἤδη γεγενημένον ὡς ἐσόμενον κατὰ καιροὺς παραδέξαιτο ἄν τις; Οὐκοῦν ἀπὸ τοῦ γεγονότος ἐν Σικίμοις, ἐπὶ τὸν ἴσον τῆς ἁμαρτίας τρόπον ἀναφέρει τὰ ἐπὶ Χριστῷ, καθάπερ ἀμέλει καὶ ἐπὶ τῷ πρωτοτόκῳ Ῥουβείμ. Τί τοίνυν πεπράχασιν ἐν Σικίμοις Συμεὼν καὶ Λευί; Δίνα μὲν γὰρ ἡ Λευί τε καὶ Συμεὼν ἀδελφὴ τῆς τοῦ πατρὸς ἐξέθει σκηνῆς, τὰς τῶν ἐγχωρίων ὀψομένη θυγατέρας· Σιχὲμ δὲ αὐτὴν ὁ Ἐμμὸρ ἐβιάζετο. Διεπαρθένευσε γὰρ αὐτήν. Οἱ δὲ πρὸς τοῦτο ἀσχάλλοντες, καὶ τὸν ἐξ ἀπάτης αὐτῆς ἐκμηχανώμενοι φόνον, προανέπειθον μὲν τὴν πατρικὴν αὐτοῖς συνελέσθαι περιτομὴν, ὡς ἐσομένους αὐτίκα καὶ κατὰ γένος οἰκείους, εἰ τοῦτο δρᾷν ἕλοιντο. Πεπραχότας γε μὴν ἀπεκτόνασιν ἀδοκήτως· ἀποχρήσειν αὐτοῖς εἰς ἀπολογίαν οἰόμενοι, τὸ δὴ χρῆναι λέγειν· Ἀλλ’ ὡσεὶ πόρνῃ χρήσονται τῇ ἀδελφῇ ἡμῶν;