Ancient Greek · ~21 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ ϛ., Περὶ τοῦ Ἰούδα καὶ τῆς Θάμαρ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 1.1-10
Not analysed yet
α. Σκοπὸς τῇ θεοπνεύστῳ Γραφῇ, τὸ Χριστοῦ μυστήριον διὰ μυρίων ὅσων ἡμῖν κατασημῆναι πραγμάτων. Παρεικάσαι δ’ ἄν τις αὐτὴν λαμπρᾷ καὶ ἀξιαγάστῳ πόλει, καὶ οὐ μίαν ἐχούσῃ τὴν βασιλέως εἰκόνα, πλείστας δὲ ὅσας, καὶ ἐν τόπῳ παντὶ ἀνατεθειμένας περιφανῶς. Ἄθρει γὰρ ὅπως τῶν εἰς τοῦτο τελούντων διηγημάτων οὐδὲν μὲν παρίησιν, ἔρχεται δὲ διὰ πάντων. Κἂν εἰ ἔχοι τι τὸ ἀκαλλὲς τῆς ἱστορίας ὁ λόγος, δι’ οὐδενὸς ποιεῖται τὰ τοιάδε τυχὸν, ἔς τ’ ἂν αὐτῇ τὸ προκείμενον ἐξυφαίνηται καλῶς· Ποιεῖσθαι γὰρ κατάῤῥησιν τῆς τῶν ἁγίων ζωῆς οὐ σκοπὸς αὐτῇ· πολλοῦ γε καὶ δεῖ· διαμορφοῦν δὲ μᾶλλον ἡμῖν τοῦ μυστηρίου τὴν γνῶσιν, δι’ ὧν ἂν γένοιτο σαφής τε καὶ ἀληθὴς ὁ ἐπ’ αὐτῷ λόγος· καὶ οὐδαμόθεν ἔχων τὸ ἐπιτιμᾶσθαι δεῖν, ὡς τῆς ἀληθείας ἡμαρτηκώς. Γράφεται τοίνυν ἡμῖν ὡς ἐν τῷ Ἰούδᾳ πάλιν, καὶ μέντοι καὶ τῇ Θάμαρ, τῆς τοῦ Σωτῆρος οἰκονομίας τὸ μυστήριον. Ἐγένετο γὰρ, φησὶν, ἐν τῷ καιρῷ ἐκείνῳ, κατέβη Ἰούδας ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ, καὶ ἀφίκετο πρὸς ἄνδρα τινὰ Ὀδολαμίτην, ᾧ ὄνομα Ἵρας. Καὶ εἶδεν ἐκεῖ Ἰούδας θυγατέρα ἀνθρώπου Χαναναίου, ᾗ ὄνομα Σαβά. Καὶ ἔλαβεν αὐτὴν, καὶ εἰσῆλθε πρὸς αὐτὴν, καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἥρ. Καὶ συλλαβοῦσα πάλιν, ἔτεκεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Αὐνᾶν. Καὶ προσθεῖσα, ἔτι ἔτεκεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σηλώμ. Παῖδες μὲν οὖν οὖτοι γεγόνασι τῷ Ἰούδᾳ τρεῖς. Ἐπειδὴ δὲ εἰς ἥβην ἧκον οἱ νεανίαι, δέχεται τὴν Θάμαρ, καὶ τῷ πρωτοτόκῳ συγκαθείργνυσι, τουτέστι, τῷ Ἥρ. Ἐπειδὴ δὲ ἦν πονηρὸς ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ, πρὸ παίδων γονῆς τῶν καθ’ ἡμᾶς ἀπηλλάττετο. Ἀπέκτεινε γὰρ, φησὶν, αὐτὸν ὁ Θεός. Εἶτα προτρέπει τὸν Αὐνᾶν ὁ πατὴρ, τῇ τοῦ ἀδελφοῦ συγκατευνάζεσθαι γυναικὶ, καὶ ἀναστῆσαι σπέρμα τῷ κατοιχομένῳ. Ὁ δὲ, ἐπείπερ οὐκ αὐτοῦ φησιν ἔμελλεν ἔσεσθαι τὸ γεννώμενον, τὸν συνόδου νόμον ἠδίκει, καταχέων εἰς γῆν, καὶ οὐχὶ μᾶλλον ἐδίδου τὴν σποράν. Διόλλυται δὲ καὶ οὗτος εὐθὺς ἐκ θείας ὀργῆς. Οὗ γεγονότος, ἐδεδίει λοιπὸν ὁ Ἰούδας τὸν τρίτον αὐτῇ συγκατοικίζειν υἱὸν, φημὶ δὴ τὸν Σηλώμ. Καὶ τῶν εἰς τοῦτο δειμάτων ἡ πρόφασις ἦν, Μὴ ἄρα πως καὶ αὐτὸς ἀπόλοιτο, φησίν. Ἐποιεῖτο δὲ σκῆψιν τοῦ μὴ χρῆναι πληροῦν τὸν γάμον, τὸ τῆς τοῦ παιδὸς ἡλικίας κομιδῇ βραχύ. Εἶπε γὰρ, φησὶ, τῇ νύμφῃ αὐτοῦ· Κάθου χήρα ἐν τῷ οἴκῳ τοῦ πατρός σου, ἕως μέγας γένηται Σηλὼμ ὁ υἱός μου. Εἶπε γάρ· Μή ποτε ἀποθάνῃ καὶ οὗτος, ὥσπερ οἱ ἀδελφοὶ αὐτοῦ. Ἀπελθοῦσα δὲ Θάμαρ ἐκάθητο, ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς. Εἶτα καιροῦ διαγεγονότος, δεδυσφόρηκεν ἡ Θάμαρ ἐπὶ τῷ μελλησμῷ τοῦ γάμου. Συνίησι δὲ ἤδη πως, ὡς οὐκ ἂν οἴσει πρὸς πέρας αὐτῇ τὸ ἐπηγγελμένον ὁ κηδεστής. Σκήπτεται δὲ μᾶλλον ἀνατιθεὶς εἰς ὑπέρθεσιν καὶ εἰς ἐλπίδας οὐκ ἐσομένας τὸ προσδοκηθέν. Καὶ τί δὴ ἄρα πρὸς τοῦτο μηχανᾶται λοιπόν; Ἀπηγγέλη, φησὶ, τῇ Θάμαρ τῇ νύμφῃ αὐτοῦ, λέγοντες· Ἰδοὺ ὁ πενθερός σου ἀναβαίνει εἰς Θαμνὰ κεῖραι τὰ πρόβατα αὐτοῦ. Καὶ περιελομένη τὰ ἱμάτια τῆς χηρεύσεως ἀφ’ ἑαυτῆς, περιεβάλλετο θέριστρον, καὶ ἐκαλλωπίσατο, καὶ ἐκάθητο πρὸς ταῖς πύλαις Αἰνὰν, ἥ ἐστιν ἐν παρόδῳ Θαμνά. Εἶδε γὰρ ὅτι μέγας γέγονεν ὁ υἱὸς αὐτοῦ Σηλὼμ, αὐτὸς δὲ οὐκ ἔδωκεν αὐτὴν αὐτῷ γυναῖκα. Καὶ ἰδὼν αὐτὴν ὁ Ἰούδας, ἔδοξεν αὐτὴν πόρνην εἶναι. Κατεκαλύψατο γὰρ τὸ πρόσωπον αὐτῆς, καὶ οὐκ ἐπέγνω αὐτήν. Εἶτα συνηρπάζετο πρὸς ἐπιθυμίαν· αἰτοῦντι δὲ τῷ γυναίῳ μισθώματα, πέμψειν ἔριφον ἐπηγγέλλετο, ὅμηρά τε τῆς ἐπαγγελίας αἰτούσῃ, δίδωσι τὴν ῥάβδον, καὶ τὸν δακτύλιον, καὶ τὸν ὁρμίσκον· τουτέστι κόσμημά τι τῶν περὶ τὴν δέριν (οἰηθείη δ’ ἄν τις, καὶ μάλα εἰκότως, ἅτε δὴ Χαλδαῖον ὄντα τὸν Ἰούδαν, μὴ ἐν ῥᾳθυμίᾳ γενέσθαι τοῦ κατακλίνεσθαι φιλεῖν)· φιλόκοσμοι γὰρ οἱ Χαλδαῖοι, χρυσῷ δὲ καὶ χεῖρας καὶ δέριν καταλαμπρύνουσι, καὶ αὐτὴν δὲ τρίχα στεφανοῦσιν ἔσθ’ ὅτε. Νενόμισται δὲ καὶ τοῦτο παρ’ αὐτοῖς καὶ ἀνδροπρεπὲς, γνώρισμά τε τῆς ἀνωτάτω λοιπὸν εὐγενείας καὶ τῶν εἰς ἀνδρείαν ἐπαίνων οὐκ ἀμοιροῦν. Τούτων δὲ ὧδε τετελεσμένων, ᾤχετο μὲν ὁ Ἰούδας οἷπερ ἦν ἐν ἀρχαῖς ὁ σκοπὸς αὐτῷ. Ἡ δὲ πρὸς τὴν τοῦ πατρὸς ἑστίαν ἀνεκομίζετο, καὶ δὴ καὶ ἐν καλῷ τῆς ἐλπίδος ἦν κυοφοροῦσα λοιπόν. Ἐπειδὴ δὲ τοῦτο μεμάθηκεν ὁ Ἰούδας, τεθνάναι δεῖν ἔφη τὸ γύναιον ὡς πεπορνευμένον. Ὡς δὲ ἦν ἐν ἐσχάτοις, παρέδειξεν αὐτῷ τὴν ῥάβδον καὶ τὰ λοιπὰ, λέγουσα· Ἐκ τοῦ ἀνθρώπου οὗτινος ταῦτά ἐστιν, ἐγὼ ἐν γαστρὶ ἔχω. Καὶ εἶπεν· Ἐπίγνωθι τίνος ὁ δακτύλιος, καὶ ὁ ὁρμίσκος, καὶ ἡ ῥάβδος αὕτη. Ἐπέγνω δὲ Ἰούδας καὶ εἶπε, δεδικαίωται Θάμαρ ἢ ἐγώ. Οὗ ἕνεκα οὐκ ἔδωκα αὐτὴν Σηλὼμ τῷ υἱῷ μου; Καὶ οὐ προσέθετο ἔτι γνῶναι αὐτήν. Ἐγένετο δὲ, φησὶν, ἡνίκα ἔτικτε, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ γαστρὶ αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ τίκτειν αὐτὴν, ὁ εἷς προεξήνεγκε τὴν χεῖρα αὐτοῦ. Λαβοῦσα δὲ ἡ μαῖα, ἔδησεν ἐπὶ τὴν χεῖρα αὐτοῦ κόκκινον, λέγουσα· Οὗτος ἐξελεύσεται πρότερος· ὡς δὲ ἐπισυνήγαγε τὴν χεῖρα, εὐθὺς ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ. Ἡ δὲ εἶπε· Τί διεκόπη διὰ σὲ φραγμός; Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Φαρές. Μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, ἐφ’ ὧν ἦν ἐν τῇ χειρὶ αὐτοῦ τὸ κόκκινον· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Ζαρᾶ. Καὶ ταυτὶ μὲν ἔφην ἀπό γε τοῦ γράμματος. Κεκρυμμένος δὲ πάλιν τῶν ἀναγκαίων ὁ νοῦς. Ὃν καὶ ὅπως ἂν ἔχοι, διασκεψόμεθα, καὶ οὐκ εἰς μακράν.