Ancient Greek
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ ϛ., Περὶ τοῦ Ἰούδα καὶ τῆς Θάμαρ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 2-5
Not analysed yet
β. Χρῆναι δὲ οἶμαι καὶ πρό γε τῶν ἄλλων ἐκεῖνο εἰπεῖν, ὅτι κἂν εἰ γένοιντό πως ἐν τοῖς οὐ σφόδρα σεμνοῖς οἱ δόξαν ἔχοντες τὴν διαφανῆ παρά γε τῇ θεοπνεύστῳ Γραφῇ, Θεοῦ τι τῶν ἀναγκαίων εἰς ὄνησιν εὖ μάλα διοικουμένου, διωσόμεθά ποι μακρὰν τὸ ἐκ τοῦ σκανδαλίζεσθαι βλάβος· εἰ ἐν λόγῳ ποιούμεθα τὸ εἶναι σοφοὶ καὶ ἀγχίνοοι, καὶ τῶν οἰκονομικῶς χρειωδέστατα δρωμένων οὐκ ἀνεπιστήμονες. Ἐννοῶμεν γὰρ, ὅτι καὶ ὁ μακάριος προφήτης Ὠσηὲ γυναῖκα μὲν πόρνην ἑαυτῷ κατεμισθοῦτό ποτε, καὶ τὸν οὕτω διαβεβλημένον οὐ παρῃτεῖτο γάμον, καὶ τέκνων ἀπηχθημένων κεχρημάτικε πατήρ· οἷς ἦν ὀνόματα· Οὐ λαός μου, καὶ, Οὐκ ἠλεημένη. Καὶ τί τὸ χρῆμα καὶ ἐπὶ τίσιν ἐπράττετο, διειπεῖν οὐκ ὀκνήσομεν. Ἐπειδὴ γὰρ τοῖς τῶν προφητῶν κηρύγμασιν ἀντεφέροντο τῶν ἐξ Ἰσραὴλ οἱ δοκοῦντες εἶναι περιφανέστατοι, καὶ ἀπαράδεκτος αὐτοῖς ὁ θεῖος ἦν λόγος· ἐπράττετο διὰ τῶν ἁγίων ἐκεῖνα κατὰ καιροὺς, ἵνα κἂν γοῦν ἐν αὐτοῖς τοῖς δρωμένοις τὰ ἐσόμενα βλέποντες καθάπερ ἐν πίνακι λαμπρῶς καὶ ἀναφανδὸν γεγραμμένα, πρὸς τὴν τοῦ συμφέροντος εὕρεσιν καταθεῖεν τὸν νοῦν, καὶ πρός γε τὸ δεῖν ἑλέσθαι τὸ ὠφελοῦν αὐτοί τε μεταφοιτήσειαν, ἀναπείθοιεν δὲ καὶ ἑτέρους. Ἐμάνθανον γὰρ, ὅτι καὶ οὐ λαὸς ἔσονται κατὰ καιροὺς, καὶ ἐν τοῖς οὐκ ἠλεημένοις κατατετάξονται, σκληροί τε καὶ ἀφιλήκοοι, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων ἠῤῥωστηκότες καὶ μέχρι παντὸς ἐξεληλεγμένοι; Τὸ δέ γε τῇ πόρνῃ συγκατηυλίσθαι τυχὸν τὸν προφήτην, τύπος ἦν ἄρα Θεοῦ, καθάπερ τινὶ πόρνῃ καὶ μυσαρωτάτῃ γυναικὶ τῇ τῶν Ἰουδαίων Συναγωγῇ συνῳκηκότος τρόπον τινὰ, καὶ παίδων γένεσιν τὴν ἀπηχθημένην ἀπ’ αὐτῆς ἑλομένου. Ἐννοοῦντες οὖν ἄρα τῆς κατὰ καιροὺς οἰκονομίας τοὺς τρόπους, ψόγου καὶ καταβοῆς τῆς ἐπί γε τῷ πορνεῦσαι, φημὶ, αὐτήν τε τὴν Θάμαρ καὶ μέντοι καὶ τὸν Ἰούδαν εἰκότως ἀπαλλάξομεν· σύνοδον δὲ μᾶλλον οἰκονομικὴν γενέσθαι φαμέν. Ἡ μὲν γὰρ ἐπεθύμει γονῆς ἐλευθέρας, τοῦ κατὰ νόμον συνῳκηκότος ἐστερημένη· ὁ δὲ ἦν ἤδη πως οὐκ ἐν αἰτίᾳ πολλῇ τοῦ καὶ, εἴπερ ἕλοιτο, συνελθεῖν ἑτέρᾳ, τεθνεώσης αὐτῷ τῆς πρώτης. Κοινωνίας δὲ τῆς πνευματικῆς καὶ μὴν καὶ τόκου τοῦ νοητοῦ σύνοδός ποι πάντως ἡμῖν καὶ ἀπότεξις σωματικὴ καταγράψειεν ἂν ἐφ’ ἑαυτῆς τοὺς τύπους. Χειραγωγηθείη γὰρ ὧδε καὶ οὐχ ἑτέρως ἂν μᾶλλον ἐπὶ τὸ ἀληθὲς ὁ ἀνθρώπινος νοῦς.