Ancient Greek · ~23 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ ϛ., Περὶ τοῦ Ἰωσήφ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 5.1-8
Not analysed yet
ε. Ἰέναι μὲν γὰρ ἐν Σιχὲμ τὸν θεσπέσιον Ἰωσὴφ τὸ τοῦ πατρὸς ἀναπείθει πρόσταγμα, εἴπερ εἰσὶν ἐν εὐρωστίαις, καὶ ὅποι ποτὲ καὶ τίνα δὴ τρόπον διαποιμαίνουσιν ἐποπτεύσηται τοὺς ἀδελφούς. Ὁ δὲ ἄπεισι μὲν, εὑρίσκει δὲ μόλις, ἥκιστα μὲν ἐν Σιχὲμ, κατοιχομένους δὲ μᾶλλον εἰς Δοθαΐμ. Ὡς δὲ δὴ προσιόντα τεθέανται, πικρὸν καὶ ἀπηχθημένον μειδιῶσι, λέγοντες· Ἴδε ὁ ἐνυπνιαστὴς ἐκεῖνος ἔρχεται. Διαχρήσασθαι δὲ βουλομένους ἀπείργει μὲν ὁ Ῥουβείμ· καθίεσαν δ’ οὖν εἰς ἕνα τῶν λάκκων, καὶ τῆς τοῦ Ῥουβεὶμ συμβουλῆς ἀλογήσαντες. Μετ’ οὐ πολὺ δὲ τοῦ λάκκου τὸν νεανίαν ἀνιμησάμενοι, τοῖς Ἰσμαηλίταις ἀπέδοντο καταβαίνουσιν εἰς τὴν Αἰγυπτίων. Ὑπονοστήσας γε μὴν ἐπὶ τὸν λάκκον ὁ Ῥουβεὶμ, εἶτα τὸ μειράκιον οὐχ εὑρὼν, ἐκτεθνάναι δὲ ἤδη νομίσας, ἔργον τε γενέσθαι τῆς τῶν φονώντων ἀνοσιότητος, δεδυσφόρηκεν οὐ μικρόν. Καὶ ἀπεκομίσθη μὲν Ἰωσὴφ εἰς Αἴγυπτον· τεθρήνηκε δὲ ὁ πατὴρ, καὶ μέχρι πολλοῦ κατοιμώζων διετέλει. Ἀπεστάλη δὲ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἐπισκεψόμενος τοὺς ἐξ Ἰσραὴλ, εἰ διατελοῦσιν ἐν εὐρωστίαις, δῆλον δὲ ὅτι ταῖς νοηταῖς, καὶ εἰ μεμένηκεν ἐν καλῷ τὰ ὑπ’ αὐτοὺς θρέμματα, τῆς τῶν ποιμένων ἐπιεικείας οὐκ ἀπομοιρήσαντα. Ἀλλ’ εὕρηνται μὲν οὐκ ἐν Σιχὲμ, ἀλλ’ ἐν Δοθαΐμ. Ἡ Σιχὲμ ὦμος ἑρμηνεύεται. Σημεῖον δ’ ἂν γένοιτο φιλεργίας τὸ μέλος. Κατείθισται γάρ πως ἡ θεόπνευστος Γραφὴ, ποτὲ μὲν ἰσχὺν, ποτὲ δὲ εἰς ἔργου τύπον ποιεῖσθαι τὸν ὦμον. Οἶον ἐκεῖνό φαμεν τὸ, Δὸς καρδίαν σου εἰς τοὺς ὤμους, τουτέστιν, εἰς φιλεργίαν. Δοθαῒμ δὲ πάλιν, ἔκλειψις ἱκανή. Κατελήφθησαν τοίνυν οἱ ἐξ Ἰσραὴλ, οὐκ ἐν φιλεργίαις ὄντες ταῖς εἰς ἀρετὴν, οὔτε μὴν ἐν εὐδοκιμήσεσι ταῖς κατὰ τὸν νόμον, ἀλλ’ ἐν ἐκλείψει πολλῇ, δικαιοσύνης δηλονότι καὶ ἁπάσης ἐπιεικείας. Οὐ γὰρ ἦν δίκαιος οὐδὲ εἷς, οὐκ ἦν ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνός· ἀλλ’, ὡς Θεός πού φησι διὰ τῆς τοῦ προφήτου φωνῆς, μόνην αὐτῷ προσῆγον τὴν ἀπὸ γλώττης τιμὴν, τὸν νοῦν ἑτέρωθι μεταστήσαντες, καὶ τοῦ χρῆναι πληροῦν τὰ νενομισμένα διὰ Μωσέως, πόῤῥω που μετοικισάμενοι τὴν καρδίαν. Προσέκειντο γὰρ μόναις διδασκαλίαις, καὶ ἐντάλμασιν ἀνθρώπων. Ἀλλ’ ἐπέγνωσαν μὲν παρόντα μετὰ σαρκὸς τὸν ἠγαπημένον, τὸν νοητὸν Ἰωσήφ. Ἔφη γὰρ ὁ μακάριος εὐαγγελιστὴς Ἰωάννης, ὅπως μέν τοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν. Ἐπιγνόντες τοίνυν πεπαρῳνήκασιν εἰς αὐτόν. Ἀπεκτόνασι γὰρ, καὶ ὥσπερ εἴς τινα λάκκον καθῆκαν οἱ δείλαιοι, τὸ βαθὺ καὶ σκοτεινὸν τοῦ θανάτου βάραθρον, τουτέστι τὸν ᾅδην. Οὕτω γὰρ ἡμῖν αὐτὸν καὶ ὁ θεσπέσιος Δαβὶδ κατεσήμαινε λέγων ὡς πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν, ὡς ἐκ προσώπου Χριστοῦ· Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. Ἄθρει δέ μοι τῶν ἱερῶν Γραμμάτων τὴν ἰσχὺν, καὶ τὸ πολὺ λίαν ἀπεξεσμένον εἰς τὸ ἀκριβές· Ὁ λάκκος, φησὶ, κενὸς, ὕδωρ οὐκ εἶχεν, ἵνα σαφῶς καὶ ἐναργῶς ὁ ᾅδης ἡμῖν διὰ τούτου κατασημαίνηται. Καὶ τίνα τρόπον, ἐρῶ· ὕδωρ μὲν γὰρ σύμβολον ἂν εἴη ζωῆς, ὡς ζωοποιόν. Ὕδωρ δὲ οὐκ εἶναί φησιν ἐν τῷ λάκκῳ. Τῶν γὰρ ζωῆς ἐστερημένων νοοῖτ’ ἂν εἰκότως ὁ ᾅδης οἶκός τε καὶ ἐνδιαίτημα. Πλὴν ἀνεβιβάσθη τὸ παιδάριον. Ἀνεβίω δὲ καὶ ὁ Χριστὸς ἐκ νεκρῶν. Οὐ γὰρ γέγονε τῷ λάκκῳ κάτοχος. Οὐδὲ μεμένηκεν ὁ Χριστὸς εἰς ᾅδου, κεκένωκε δὲ μᾶλλον αὐτόν. Ἔφη γὰρ τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε. Ἐπειδὴ δὲ ἀνεβιβάσθη, καὶ οὐκ εἰς μακρὰν ὁ θεσπέσιος Ἰωσὴφ ἀπῆλθεν εἰς τὴν Αἰγυπτίων, ἐκπριαμένων αὐτὸν τῶν Ἰσμαηλιτῶν· ἦσαν δὲ ἀρωμάτων ἔμποροι. Ἀνεβίω μὲν γὰρ καὶ ὁ Χριστὸς, καὶ ἀναβέβηκεν ἐκ τοῦ λάκκου. Μεταπεφοίτηκε δὲ τὴν Ἰουδαίαν ἀφεὶς εἰς τὴν τῶν ἐθνῶν χώραν· περιφερόντων αὐτὸν τῶν νοητῶν Ἰσμαηλιτῶν, τουτέστι, τῶν ἐν ὑπακοῇ Θεοῦ· ἑρμηνεύεται γὰρ οὕτως ἡ λέξις. Τίνες δ’ ἂν εἶεν οἱ τοιοίδε; Πάλιν οἱ μακάριοι μαθηταὶ, τὸ οὖς ὑποθέντες τοῖς διὰ Χριστοῦ παιδεύμασι, καὶ ἀπαρχὴ γεγονότες τῶν εὐδοκιμούντων ἐν ὑπακοῇ καὶ πίστει, καὶ τοῖς ὑπὲρ νόμον αὐχήμασιν. Οἱ γὰρ τοιοίδε νοοῖντ’ ἂν εἰκότως καὶ ἀρωμάτων ἔμποροι, τὸ Χριστοῦ μυστήριον εὐωδιάζοντες, καὶ ἁπάσης ἀρετῆς ἰδέαν ἐν ἰδίαις ψυχαῖς ἀναματτόμενοι γενικῶς. Οὗτοι τὸν Ἰησοῦν ἐξεπρίαντο τρόπον τινὰ, πάντα μὲν ἀφέντες τὰ ἐν νόμῳ λαμπρὰ, τὸν ἕνα δὲ καὶ πολύτιμον ἐμπορευσάμενοι μαργαρίτην, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος παραβολήν. Οὗτοι τοῖς ἔθνεσι διεκόμισαν τὸν Χριστὸν, ἱερουργοῦντες τὸ Εὐαγγέλιον, καὶ ἀνὰ πᾶσαν τὴν ὑφ’ ἥλιον κηρύττοντες ὡς Θεὸν καὶ Κύριον, καὶ ὡς λίθον ἐκλεκτὸν, ἀποδοκιμασθέντα μὲν παρὰ τῶν ἐν νόμῳ καὶ νοητῶν οἰκοδόμων, ἐκλεκτὸν δὲ καὶ ἔντιμον παρὰ Θεῷ, καὶ εἰς κεφαλὴν γωνίας κείμενον. Πλὴν ὅτι κεκώλυκεν ὁ Ῥουβεὶμ φονῶντας τοὺς ἀδελφούς· δεδυσφόρηκε δὲ καὶ Ἰούδας. Καὶ ἦν μὲν Ῥουβεὶμ πρωτότοκος· Ἰούδας γε μὴν ἐκ τῆς εἰς βασιλείαν κεκλημένης φυλῆς. Οὐκοῦν ὅσοι τὴν τοῦ πρωτοτόκου συμμορφίαν πεπλουτήκασι, εἴπερ ἧσαν ἐξ Ἰουδαίων, καὶ ὅσοι κέκληνται πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν, τὸ διὰ Χριστοῦ προσηκάμενοι κήρυγμα, δεδυσφορήκασιν οὐ μικρῶς ἐπὶ τοῖς κατ’ αὐτοῦ τολμήμασιν. Ἦσαν γὰρ, ἦσαν οὐκ εὐαρίθμητοι κατ’ ἐκεῖνο καιροῦ, κατά τε τὴν Ἱερουσαλὴμ καὶ τὴν ἑτέραν τῶν Ἰουδαίων χώραν, οἱ λελυπημένοι καὶ συναλγήσαντες Χριστῷ ἠτιμασμένῳ. Τεθρήνηκε δὲ ὁ πατὴρ τὸν Ἰωσήφ· Οὐ γὰρ ἤθελε παρακληθῆναι, φησίν. Πάρεστι δὴ οὖν κἀντεῦθεν ἰδεῖν ὅτι λελύπηκεν οὐ μετρίως τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν ἡ εἰς Χριστὸν παροινία καὶ τὰ μιαιφόνα τῶν Ἰουδαίων ἐγχειρήματα. Προσκεκρούκασι δὲ οὕτω δεινῶς, ὡς παραιτεῖσθαι παράκλησιν, μονονουχὶ δὲ καὶ ἀνέχεσθαι μηδενὸς εἴπερ ἕλοιτό τις τὰς ὑπὲρ αὐτῶν ποιεῖσθαι λιτάς. Ἐλιπάρουν μὲν γὰρ οἱ προφῆται πολλάκις, καὶ σώζεσθαι παρεκάλουν τὸν Ἰσραήλ· καίτοι δεδρακότα τὰ ἐπέκεινα λόγου παντὸς κατὰ τῶν προφητῶν. Κατενόησε δὲ τὴν ἡμερότητα πολλάκις Θεός· οἰκέται γὰρ ἦσαν οἱ κινδυνεύσαντες Ἐπεὶ δὲ πεπαρῳνήκασιν εἰς αὐτὸν τὸν Χριστὸν, ἀπαράκλητος ὁ Πατὴρ, δυσανάτρεπτος ὁ θυμός. Ὕβρισται γὰρ οὐκ ἔτι τις προφήτης, ἀλλ’ ὁ τῶν ὅλων Σωτὴρ, ὁ Δεσπότης τῶν προφητῶν, τουτέστι Χριστὸς, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.