Ancient Greek · ~32 min
Part Ex, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ ΒΙΒΛΙΟΝ Β., Περὶ τῆς ἀναθέσεως τῶν πρωτοτόκων.
Cyrillus Theol., Glaphyra in Pentateuchum 2.1-15
Not analysed yet
β. Εὐαφόρμως μὲν οὖν ὁ τῶν ὅλων Θεὸς τὴν τῶν ὅλων ἀνάθεσιν αἰτεῖ, καὶ αὐτῷ χρῆναι διισχυρίζεται καθιεροῦν ἡμᾶς τὰ ἀῤῥενικά. Ἐπειδὴ γὰρ διολώλασι μὲν τὰ τῶν Αἰγυπτίων πρωτότοκα, σέσωσται δὲ πανοικὶ καὶ διέδρα τὸν ὀλοθρευτὴν ὁ ἠγαπημένος Ἰσραὴλ, τῷ αἵματι τοῦ ἀμνοῦ κατακεχρισμένος ὅσον εἰς τύπον Χριστοῦ τοῦ δι’ ἡμᾶς ἐν νεκροῖς, ἵνα καταργήσῃ τὸν θάνατον, ταύτῃτοι δικαίως εἶεν ἂν ἑαυτῶν μὲν οὐκέτι τὰ σεσωσμένα· πρέποι δ’ ἂν μᾶλλον αὐτὰ διακεκτῆσθαι λοιπὸν ὡς ἴδια τὸν ὑπὲρ ἑαυτῶν κεκινδυνευκότα. Ὃν γὰρ τρόπον οἱ τοὺς ἤδη γεγονότας ὑποχειρίους βαρβαρικοῖς ἀπαλλάττειν ἰσχύοντες, καὶ τῆς ἀδοκήτως ἐπενεχθείσης δουλείας ἐλευθεροῦν διὰ τοῦ τὴν πρὸς ἐκείνους ἀνατλῆναι μάχην, μονονουχὶ τὴν δεσπότου λοιπὸν ἐπέχουσι τάξιν, αἵματι τῷ ἰδίῳ τοὺς ἁλόντας κατακτώμενοι· κατὰ τὸν ἴσον, οἶμαι, τοῦτον λόγον καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, τὸ τῶν ἀκαθάρτων δαιμόνων καταδήσας στῖφος, καὶ τὸ ἴδιον αἷμα τεθεικὼς ὑπὲρ ἡμῶν· ἀποστήσας τε οὕτω τὸν θάνατον, καὶ καταλύσας τὴν φθορὰν, ἰδίους ἡμᾶς ποιεῖται λοιπὸν, ὡς τὴν ἑαυτῶν μὲν οὐκέτι, τὴν αὐτοῦ δὲ μᾶλλον διαζῶντας ζωήν. Εἰ μὴ γὰρ ἀπέθανεν ὑπὲρ ἡμῶν, οὐκ ἂν διεσώθημεν· καὶ εἰ μὴ γέγονεν ἐν νεκροῖς, οὐκ ἂν τὸ δυσάντητον τοῦ θανάτου κατεσείσθη κράτος. Οὕτω καὶ ὁ θεσπέσιος Παῦλος μεμυσταγώγηκε, λέγων, τοὺς διὰ Χριστοῦ σεσωσμένους· Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ· ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με, καὶ δόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. Ὥσπερ οὗν μονονουχὶ τὴν τοῦ σφαγέντος ἀμνοῦ ζωὴν ἔζων οἱ ἐξ Ἰσραὴλ, οὕτω καὶ ἡμεῖς οὐχὶ τὴν ἰδίαν ἔτι ζῶμεν ζωὴν, ἀλλὰ τὴν τοῦ δι’ ἡμᾶς ἀποθανόντος Χριστοῦ, εἰ καὶ ἀνεβίω πάλιν. Ζωὴ γὰρ ἦν κατὰ φύσιν, ὡς Θεός. Χρὴ τοίνυν ἡμῶν ἁγίαν εἶναι τὴν ζωήν· τοιαύτη γὰρ ἡ Χριστοῦ. Ἁγίως δὲ ζῇν ᾑρημένοι, τὴν ἀξιάγαστον αὐτοῦ καταπλουτήσομεν εἰκόνα, σύμμορφοί τε γεγονότες τῷ δι’ ἡμᾶς καθ’ ἡμᾶς, καὶ Μονογενεῖ μὲν ὡς Θεῷ, πρωτοτόκῳ δὲ διὰ τὸ ἀνθρώπινον, ἱερεῖον ἀνάθεμα καὶ ἀξιόληπτον ἀληθῶς ἐσόμεθα τῷ Θεῷ καὶ Πατρί. Ἁγιάζεται τοίνυν τὰ πρωτότοκα καὶ ἀρσενικὰ, διά τοι τὸ ἐν εἰκόνι νοεῖσθαι Χριστοῦ. Ὥσπερ γὰρ τὰ βρέφη προσεκόμιζον μὲν αἱ μητέρες· προσίετο δὲ καὶ λίαν ἀσμένως ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ τοῖς ἁγίοις προσπεφώνηκε μαθηταῖς· Ἄφετε τὰ παιδία, καὶ μὴ κωλύετε αὐτὰ ἔρχεσθαι πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν· οὕτω κἀνθάδε νοήσεις· ἀγαπᾷ τὸ πρωτότοκον ὁ Θεὸς καὶ Πατὴρ, ὡς ἐν εἰκόνι Χριστοῦ διαπρέπον. Μόνα δὲ ἀπόλεκτα τὰ ἀρσενικὰ τῶν πρωτοτόκων. Ἔδει γὰρ, ἔδει σώζεσθαι τῷ Χριστῷ τὸ αὐτῷ μᾶλλον πρεπωδέστατον κάλλος, καὶ τοῖς κατ’ εἰκόνα τὴν πρὸς αὐτὸν ὡς ἐν εἴδει τῶν πρωτοτόκων μεμορφωμένοις. Ἔστι γὰρ ὁμοῦ πρωτότοκός τε καὶ ἄρσην, ὅτι μὴ οἶδε μαλακισμὸν εἰς ἁμαρτίαν· μαλακισμοῦ δὲ τύπος, τὸ θῆλυ. Δεῖ δὴ οὖν τὴν εἰκόνα φοροῦντας Χριστοῦ, παραιτεῖσθαι μὲν φρόνημα τὸ θηλυπρεπές· ἀποσείεσθαι δὲ λίαν, ὡς ἐπάρατον ἀληθῶς καὶ Θεῷ κατεστυγημένον, τὸ μαλθακόν τε καὶ ἀνειμένον, καὶ ἄναλκι, καὶ σφριγῶδες ἀνέχειν· καὶ ἀνδροπρεπῆ προθυμίαν εἴς γε τὸ δεῖν ἑλέσθαι, φημὶ, κατορθοῦν ἀρετήν. Ἀλλάττεται δὲ προβάτῳ πᾶν διανοῖγον μήτραν ὄνου. Καὶ τίς ὁ λόγος; Ἀνίερον μὲν γὰρ καὶ βέβηλον κατὰ νόμον ἡ ὄνος· ἱερὸν δὲ τὸ πρόβατον· τοιγάρτοι καὶ ὑπὲρ ὄνου προσάγεται. Ὑπαινίττεται δὲ πάλιν ἡμῖν ὁ νόμος ἐν τούτοις, ὅτι καὶ τὸ βέβηλον ἅγιον ἐν Χριστῷ, καὶ τὸ ἀνίερον, καὶ δεκτὸν δι’ αὐτοῦ καὶ τὸ ἀπαράδεκτον. Ἐπειδὴ γὰρ ἦμεν ἁμαρτωλοὶ καὶ ἀκάθαρτοι, γέγονεν αὐτὸς ὑπὲρ ἡμῶν ἅγιον θῦμα, καὶ εἰς ὀσμὴν εὐωδίας. Ἀπέθανε γὰρ ὑπὲρ ἁμαρτωλῶν, δίκαιος ὑπὲρ ἀδίκων, ὑπὲρ τῶν ἀκαθάρτων ὁ καθαρὸς, καθὰ καὶ πρόβατον ὑπὲρ ὄνου. Λυτροῦται δὲ τὰ ἀνθρώπων πρωτότοκα δώρων, κατὰ τὸ εἰκὸς, ἤτοι τίμημα τῶν προσδοκιμαζομένων. Διὰ ποίαν αἰτίαν; Ὅτι τὸ ἀνατεθειμένον ὅλως καὶ ἡγιασμένον τῷ Θεῷ καταθύεσθαι που ἐχρῆν πάντως. Παραιτεῖται δὲ τὴν ἀνδροκτονίαν ὁ κτίσας ἐν ἀφθαρσίᾳ Θεὸς τὰ πάντα. Οὐ γὰρ ἐποίησεν θάνατον, οὐδὲ ἐπ’ ἀπωλείᾳ ζώντων τέρπεται, κατὰ τὸ γεγραμμένον. Οὔτε μὴν ἐν ἴσῳ τοῖς ἀκαθάρτοις δαίμοσι, τοῖς καταφθειρομένοις ἐφήδεται· προστάττει δὲ μᾶλλον ὑπὲρ αὐτοῦ καθεῖναι τὸ λύτρον, μονονουχὶ καὶ διαῤῥήδην ὁμολογεῖν ὡς αὐτῷ τὴν οἰκείαν ὀφείλομεν ζωήν. Τοῦτο γὰρ ἐποίσει τὸ καλούμενον δίδραγμον τελεῖσθαι προστάττων. Λύτρον δὲ τὸ ἀληθὲς καὶ ὑπὲρ πάντων, αὐτὸς νοοῖτο Χριστὸς, δι’ οὗ, καὶ ἐν ᾧ νενικήκαμεν τὴν φθοράν· δέδωκε γὰρ ἑαυτὸν ὑπὲρ ἡμῶν. Ἑπτὰ δὲ δεῖν ἔφη πληροῦν ἡμέρας ὑπὸ μητρὶ τὸν ἀμνόν· προσκομίζεσθαι δὲ κατὰ τὴν ὀγδόην. Οὐ γάρ τοι τεχθὲν ἐκ μήτρας, εὐθὺς κατεσφάζετο· τῷ δὲ τῆς τεκούσης γάλακτι προανδρισθὲν ἠρέμα, καὶ διισχύσαν βραχὺ, τότε δὴ, τότε καὶ εἰς ὀσμὴν εὐωδίας ἐπιτηδείως ἔχειν αὐτὸ, διετύπου Θεός. Τύπος δ’ ἂν εἴη καὶ τόδε μυστικοῦ καὶ ἀναγκαίου πράγματος. ὃ καὶ εἰς δεῦρο τετήρηται παρ’ ἡμῖν τοῖς τὰ λογικὰ θρέμματα καθιεροῦν εἰωθόσι τῷ πάντων κρατοῦντι Θεῷ. Οὐ γὰρ ὁμοῦ κεκλημένους, καὶ εἰς τὰς τοῦ πιστεύειν ἀρχὰς ἐκβεβηκότας, καὶ ἀμυήτους ἔτι προσκομίζομεν τῇ θείᾳ τε καὶ ἀναιμάκτῳ θυσίᾳ· προκατηχοῦντες δὲ μᾶλλον, μονονουχὶ δὲ καὶ ὑπὸ μητρὶ τρέχοντες, τουτέστι, τῇ Ἐκκλησίᾳ, καὶ οἷόν τινι γάλακτι νηπιοπρεπεῖ καὶ τρυφερῷ καταπιαίνοντες λόγῳ. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς οὔπω τὴν ἕξιν τελείοις ἐπιστέλλει λέγων· Γάλα ὑμᾶς ἐπότισα, καὶ οὐ βρῶμα. Οὔπω γὰρ ἠδύνασθε, ἀλλ’ οὐδὲ ἔτι νῦν δύνασθε. Καὶ πάλιν ἐν ἑτέρᾳ Ἐπιστολῇ· Πᾶς γὰρ ὁ μετέχων γάλακτος, ἄπειρος λόγου δικαιοσύνης. Νήπιος γάρ ἐστι. Τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Ἀνδρυθέντας δὴ οὖν καὶ τεθραμμένους εὖ μάλα τοῖς εἰς κατήχησιν λόγοις προσάγομεν κατὰ τὴν ὀγδόην, τουτέστι παριππεύσαντος τοῦ καιροῦ καθ’ ὃν ἦσαν ἐν νηπιότητι, καὶ λοιπὸν ἑτέρου μετ’ ἐκεῖνον εἰσβαίνοντος, καθ’ ὃν τὸ τοῦ Χριστοῦ μυστήριον παρατεθείη τις ἂν αὐτοῖς ἐπὶ καιροῦ καὶ πρεπόντως. Κατασημαίνει γὰρ ἡμῖν ἡ ὀγδόη τὸν τῆς ἀναστάσεως καιρὸν, ὅτε τὸν ὑπὲρ ἡμῶν ὑπομείνας θάνατον, ἀνεβίω Χριστὸς, ᾧ συμμορφούμεθα νοητῶς ἀποθνήσκοντες διὰ τοῦ ἁγίου βαπτίσματος, ἵνα καὶ τῆς ἀναστάσεως τύχωμεν. Πιστώσεται δὲ καὶ ὁ Παῦλος γράφων· Συνετάφημεν γὰρ αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Ἀνατικτόμενοι τοίνυν διὰ τῆς πίστεως εἰς ἐπίγνωσιν ἀληθείας, καὶ συμμορφίαν ἤδη πλουτήσαντες τὴν πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν δι’ ἡμᾶς τε καὶ ἐν ἡμῖν πρωτότοκον· εἶτα λογικόν τε καὶ ἄδολον ἐκπίνοντες γάλα, εἰς μέτρον ἡλικίας ἀναβαίνοντες τοῦ πληρώματος αὐτοῦ, κατὰ τὸ γεγραμμένον, τότε δὴ, τότε λοιπὸν ἱεροὶ πάντες ἐσόμεθα, καὶ εἰς ἀνάθημα τῷ Θεῷ· καὶ κόσμῳ μὲν ἀποθνήσκοντες, νοητῶς δὲ Θεῷ ζῶντες ἁγίως. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ παρ’ αὐτῷ σφάζεσθαι τῷ θυσιαστηρίῳ τῶν κτηνῶν τὰ πρωτότοκα. Γράφει δὲ καὶ ὁ θεσπέσιος Παῦλος τοῖς οὕτω ἡγιασμένοις· Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν Χριστῷ ἐν τῷ Θεῷ. Ἱερὸς οὖν ἄρα τῶν ἁγίων ὁ θάνατος, καί μοί τι τοιοῦτον ὁ μακάριος Δαβὶδ ἀναβλέψαι δοκεῖ· Τίμιος γὰρ, φησὶν, ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Πρέποι δ’ ἂν, καθάπερ ἐγᾦμαι, τῶν ἀρτίως ἡμῖν εἰρημένων ἐννοιῶν ὁ τρόπος, οὐχὶ δήπου μόνον τοῖς ἐξ ἐθνῶν ἐπιστρέφουσιν εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν, ἀλλὰ καὶ ὅτι μάλιστα τοῖς ἐκ νομικῆς κεκλημένοις λατρείας, πρὸς τὴν ἐν Χριστῷ δικαίωσιν καὶ ἁγιασμὸν τὸν ἐν Πνεύματι. Ἐτρέφετο μὲν γὰρ ὁ ἀμνὸς, ἤτοι τὸ μοσχάριον ἑπτὰ ἡμέρας ὑπὸ τὴν μητέρα· προσήγετο δὲ κατὰ τὴν ὀγδόην, αἰνιγματωδῶς, οἶμαί που, παραδηλοῦντος Θεοῦ (σκιὰ γὰρ ὁ νόμος), ὡς ἦν ἀναγκαῖον προπαιδαγωγεῖσθαι διὰ τύπων, καὶ οἱονεὶ μαθήμασιν τοῖς οὐ λίαν ἀνδροπρεπεστέροις, νηπιοπρεπέσι δὲ μᾶλλον, τοὺς ἱεροὺς ἐσομένους, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνακομισθήσεσθαι μέλλοντας τῷ Θεῷ. Καιρὸς δὲ ὁ μάλιστα τῇ τοιᾷδε τελειώσει πρέπων τὸ Χριστοῦ μυστήριον, ὃ διὰ τῆς ὀγδόης σημαίνεται. Ἀπρόσιτος οὖν διὰ νομικῆς λατρείας ὁ Θεὸς, προσιτὸς δ’ ἂν γένοιτο διὰ μόνου Χριστοῦ. Δι’ αὐτοῦ γὰρ τὴν προσαγωγὴν ἐσχήκαμεν, ὡς μεθ’ ἡμέραν ἑβδόμην, τουτέστι, παρεληλακότος ἤδη τοῦ κατὰ νόμον σαββατισμοῦ, ἤτοι καθολικοῦ καὶ γενικωτέρου ὡς ἐκ μέρους, τῆς κατὰ νόμον λατρείας. Τετελείωκε γὰρ ὁ νόμος οὐδέν· ἀναφέρει δὲ εἰς τοῦτο Χριστός· ἄρτιοι γὰρ εἰς ἀρετὴν οἱ πεπιστευκότες, καὶ τὸ τέλειον ἔχοντες ἐν γνώσει διὰ Χριστοῦ· νοῦν γὰρ ἔχομεν τὸν αὐτοῦ, καὶ δι’ αὐτοῦ τε καὶ σὺν αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ σὺν ἁγίῳ Πνεύματι ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.