Ancient Greek · ~22 min
Part Ex, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ ΒΙΒΛΙΟΝ Β., Περὶ τῶν διὰ Μωσέως γεγονότων τριῶν σημείων.
Cyrillus Theol., Glaphyra in Pentateuchum 1.1-16
Not analysed yet
α. Τὴν μὲν θείαν, ἥτις ποτ’ ἐστὶν καταθρῆσαι φύσιν, οὐκ ἂν δύναιτό τις. Ἄποπτος γὰρ παντελῶς, καὶ μὴν καὶ ἐπέκεινα νοῦ παντὸς, καὶ λόγου δύναμιν ὑπερφέρεται· μόνη δὲ ὑπὸ μόνης ἑαυτῆς γινώσκεται. Καὶ πεύσει δὴ τοῦτο βοῶντος Χριστοῦ· Οὐδεὶς γὰρ οἶδε, φησὶ, τίς ἐστιν ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει τίς ἐστιν, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Παρέδειξε τοίνυν ἡμῖν τὸ ἐξαίρετον κάλλος τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Μονογενὴς, ἑαυτὸν ὥσπερ λαμπρὰν ἀναθεὶς εἰκόνα. Τοιγάρτοι φησίν· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Τεθεάμεθα δὲ τὸν Υἱὸν, καὶ τοῖς τῆς καρδίας ὄμμασιν, καὶ τοῖς τῆς σαρκὸς, ὅτε καθεὶς ἑαυτὸν εἰς κένωσιν, καταβέβηκεν ἐν τοῖς καθ’ ἡμᾶς· καίτοι καὶ ἐν μορφῇ, καὶ ἐν ἰσότητι, τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων Θεὸς, καὶ ἐξ αὐτοῦ κατὰ φύσιν γεγεννημένος. Καὶ μὴν ἔφη μὲν ὁ Βαροὺχ, αὐτὸν, οἶμαί που, τὸν Λόγον καταδεικνύς· Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ. Μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Προανακεκράγει δὲ σαφῶς καὶ ὁ θεῖος ἡμῖν Δαβίδ· Θεὸς θεῶν Κύριος ἐλάλησεν, καὶ ἐκάλεσε τὴν γῆν, ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν· ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται. Καταβέβηκε γὰρ ἐν εἴδει πυρὸς ἐπὶ ὄρος Σινᾶ. Ἀλλ’ ὅτι τύπος ἦν ἐκεῖνα, καὶ ἕτερον οὐδὲν, πληροφορεῖ Χριστός. ᾬοντο γὰρ οἱ τῶν Ἰουδαίων δῆμοι, τὴν ἀπόῤῥητον ἀληθῶς τεθεᾶσθαι φύσιν, μεσολαβοῦντος Μωσέως, καὶ περιστάντος αὐτοὺς ἐν Χωρὴβ, καὶ συλλέγοντος εἰς ἐκκλησίαν ὑπὸ τὸ ὅρος Σινᾶ. Ἐπειδὴ δὲ καὶ σαλπίγγων ἠχὴ διαπρύσιος εἰς τὸ ἄνω διᾴττουσα κατεπτόει τοὺς ἀκροωμένους, ᾤοντο κατὰ σφᾶς καὶ φωνῆς τῆς θείας γενέσθαι κατήκοοι. Ἀλλ’ ὅτι ταυτὶ μειρακιωδῶς ἐσκέπτοντο, πεπληροφόρηκεν ἐναργῶς οὕτω λέγων ὁ Θεός· Φωνὴν αὐτοῦ ἀκηκόατε, οὐδὲ εἶδος αὐτοῦ ἑωράκατε. Καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε. Οὐκοῦν οἱ πιστεύσαντες, τεθεάμεθα ἐν Υἱῷ τὸν Πατέρα, παρεδεξάμεθα δὲ καὶ τὸν Λόγον αὐτοῦ. Ταύτῃτοι καὶ λελυτρώμεθα· σέσωκε γὰρ ἡμᾶς, οὐ πρέσβυς, οὐκ ἄγγελος, οὐχ ὁ νόμος ὁ διὰ Μωσέως, ἀλλ’ αὐτὸς ὁ Κύριος, κατὰ τὸ γεγραμμένον. Ὅτι δὲ ἀληθὲς ὅ φημι, καὶ διὰ τῶν γεγραμμένων εἰσόμεθα. Ἔχει δὲ οὕτως· Καὶ εἶπε, φησίν· Ἐγώ εἰμι ὁ Θεὸς τοῦ Πατρός σου, ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Ἀπέστρεψε δὲ Μωσῆς τὸ πρόσωπον αὐτοῦ. Ηὐλαβεῖτο γὰρ καταβλέψαι ἐνώπιον τοῦ Θεοῦ. Ἄθρει τοῦ νόμου τὸ ἀδρανές. Ἐμφανίζει γὰρ ἑαυτὸν ὁ Θεὸς τῶν ὅλων· ἀλλ’ ἐμφανῶς καθιστάντος, ἀποστρέφει τὸ πρόσωπον Μωσῆς. Σημεῖον δ’ ἂν γένοιτο καὶ τοῦτο ἡμῖν ἐναργὲς τοῦ, μηδὲ αὐτοὺς τοὺς υἱοὺς τὴν θεοπρεπῆ τοῦ Υἱοῦ καταθρῆσαι δόξαν, ἐμφανίζοντος καὶ μονονουχὶ προσάγοντος εἰς ἐπίγνωσιν. Τοιγάρτοι καὶ ἔφασκε διὰ φωνῆς Ἡσαΐου· Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν· ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. Εἶπα· Ἰδοὺ εἰμὶ τῷ ἔθνει, οἳ οὐκ ἠπίσταντό με. Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. Οὐκοῦν οὐ τεθέανται τὴν δόξαν Χριστοῦ, τοὺς τῆς διανοίας ἀποστρέφοντες ὀφθαλμούς. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ διὰ φωνῆς προφήτου περὶ αὐτῶν εἰρημένον· Καὶ ἐστρέψαντο ἐπ’ ἐμὲ νῶτα καὶ πρόσωπον αὐτῶν. Γράφει δὲ καὶ ὁ θεσπέσιος Παῦλος· Ἄχρι τῆς σήμερον ἡμέρας, ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης, τὸ αὐτὸ κάλυμμα μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Ἀλλ’ ἕως σήμερον ἡνίκα ἀναγινώσκεται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Ἡνίκα δὲ ἂν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Ὁ δὲ Κύριος, τὸ Πνεῦμά ἐστιν· οὗ δὲ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. Ἡμεῖς δὲ οἱ πιστεύσαντες, οὐκ εὐλαβούμεθα καταβλέψαι ἐνώπιον τοῦ Θεοῦ, ἀλλ’ ᾗ πάλιν αὐτὸς ὁ θεσπέσιος ἔφη Παῦλος· Ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμεθα. Ἀποστρέφει τοίνυν τὸ πρόσωπον Μωσῆς. Εἶτα τοῦ Θεοῦ λέγοντος, ὅτι προσήκει βαδίζειν αὐτὸν ὁμοῦ τῇ γερουσίᾳ τῶν υἱῶν Ἰσραὴλ πρὸς τὸν ἀπόπληκτον Φαραὼ, σαφηνιοῦντα ὅτι προσκέκληται ὁ Θεὸς τοὺς ἐξ Ἰσραὴλ, ἵνα θύσωσιν αὐτῷ κατὰ τὴν ἔρημον· προσθέντος δὲ ὅτι δεήσει σκυλεῦσαι τοὺς Αἰγυπτίους, δεχομένης γυναικὸς παρὰ γείτονος καὶ συσκήνου αὐτῆς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ, καὶ ἱματισμόν· Ἀπεκρίθη, φησὶν, ὁ Μωσῆς καὶ εἶπεν· Ἐὰν δὲ μὴ πιστεύσωσι, μηδὲ εἰσακούσωσι τῆς φωνῆς μου (ἐροῦσι γὰρ, ὅτι Οὐκ ὦπταί σοι ὁ Θεὸς), τί ἐρῶ πρὸς αὐτούς; Εἶπε δὲ αὐτῷ Κύριος· Τί τοῦτο ἐν τῇ χειρί σου· Ὁ δὲ εἶπεν· Ῥάβδος. Καὶ εἶπε· Ῥίψον αὐτὴν ἐπὶ τὴν γῆν. Καὶ ἔῤῥιψεν αὐτὴν ἐπὶ τὴν γῆν καὶ ἐγένετο ὄφις, καὶ ἔφυγε Μωσῆς ἀπ’ αὐτοῦ. Καὶ εἶπε Κύριος πρὸς αὐτόν· Ἔκτεινον τὴν χεῖρά σου, καὶ ἐπιλαβοῦ τῆς κέρκου. Ἐκτείνας οὖν τὴν χεῖρα, ἐπελάβετο τῆς κέρκου, καὶ ἐγένετο ῥάβδος ἐν τῇ χειρὶ αὐτοῦ· ἵνα πιστεύσωσί σοι ὅτι ὦπταί σοι Κύριος ὁ Θεὸς τῶν πατέρων σου, Θεὸς Ἀβραὰμ, καὶ Θεὸς Ἰσαὰκ καὶ Θεὸς Ἰακώβ. Ἐδεδίει μὲν γὰρ Μωσῆς καὶ γρ. μὴ ἄρα τις εἶναι δόξῃ τοῖς υἱοῖς Ἰσραὴλ φιλοψευδής τε καὶ εἰκαιόμυθος, ὀφθῆναι μὲν ἑαυτῷ λέγων τὸν τῶν ὅλων Θεὸν, εἰπεῖν δὲ προστάξαι τῆς Αἰγυπτίων πλεονεξίας ὅτι πρέπει λοιπὸν ἀποφοιτᾷν ἐῤῥωμένως. Ταύτῃτοι θαυματουργεῖν ἐκέλευε, καὶ τὰ ὑπὲρ ἀνθρώπου φύσιν ἐργάζεσθαι, μεταπλάττοντος τοῦ Θεοῦ τὴν ῥάβδον εἰς ὄφιν, ὡς ἂν νοοῖτο οὐκ αὐτομόλης ἀληθῶς, ἀλλὰ τῶν ἄνωθεν καὶ παρὰ Θεοῦ θεσπισμάτων κομιστής. Τὸ γὰρ ἀληθὲς σημεῖον, ὃ πάντες ἡμεῖς πεπιστεύκαμεν, ἡ τοῦ Λόγου ἐν τοῖς καθ’ ἡμᾶς καταφοίτησις, ἣ διὰ τῆς ῥάβδου τῆς εἰς γῆν πεσούσης σημαίνεται. Πῶς δὲ καὶ τίνα τρόπον, ὡς ἔνι δὴ πάλιν εἰπεῖν πειράσομαι.