Ancient Greek · ~12 min
Part Ex, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ ΒΙΒΛΙΟΝ Β., Περὶ τῶν διὰ Μωσέως γεγονότων τριῶν σημείων.
Cyrillus Theol., Glaphyra in Pentateuchum 2.1-18
Not analysed yet
β. Ῥάβδῳ παρεικάζει τὸν ἐκ Θεοῦ Λόγον φύντα ἡ θεόπνευστος Γραφὴ, διά τοι τὸ πάντα στηρίζεσθαι παρ’ αὐτοῦ· Τῷ λόγῳ Κυρίου, φησὶν, οἱ οὐρανοὶ ἐστερεώθησαν. Καὶ, Ὑποστηρίζει μὲν τοὺς δικαίους ὁ Κύριος. Ὑπενηνέγμεθα δὴ τῷ Πατρὶ δι’ Υἱοῦ, καὶ τοῦτο αὐτὸς ἀληθὲς ὑπάρχον ὑποφαίνει λέγων· Καὶ διάξω αὐτοὺς ὑπὸ τὴν ῥάβδον μου. Ῥάβδος δὲ καὶ ἑτέρως, βασιλείας σύμβολον· βασιλεύει δὲ δι’ Υἱοῦ ὁ τῶν ὅλων Θεὸς καὶ Πατήρ. Αὐτὸν ἡ ῥάβδος Ἀαρὼν ἡ ἐν τοῖς ἁγίοις τῶν ἁγίων καταβλαστήσασα, κατασημήνειεν ἄν· αὐτὸν ἡ ἐκ ῥίζης Ἰεσσαὶ, καὶ ἡ πάντας ἡμᾶς παρακαλοῦσα πνευματικῶς, καὶ πρός γε τὸ ἐρηρεῖσθαι καλῶς τοὺς πεπιστευκότας ἀνέχουσα, κατὰ τὸ ἐν Ψαλμοῖς ὑμνούμενον πρὸς τὸν τῶν ὅλων Θεὸν καὶ Πατέρα· Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία, αὗταί με παρεκάλεσαν. Ῥάβδος δὴ οὖν, ὁ Υἱός. Ἀλλ’ ἕως μὲν ἦν ὡς ἐν χειρὶ τοῦ Πατρὸς καὶ ἐν τοῖς τῆς θεότητος ὑψώμασιν, οὔπω γενόμενος καθ’ ἡμᾶς, ἄθεοι μὲν ἐν κόσμῳ διετελοῦμεν οἱ τάλανες· ἐπλανώμεθα δὲ, τῇ κτίσει λατρεύοντες, καὶ ταῖς τῶν ἀκαθάρτων πνευμάτων ὑπενηνεγμένοι πλεονεξίαις. Ἐπειδὴ δὲ μονονουχὶ (σωματικώτερον εἰρήσεται διά γε τὸ τῇ θεωρίᾳ χρήσιμον) τῆς ἰδίας δόξης καταλελοιπὼς τὰ ὑψώματα, καὶ οἱονεὶ τὴν τοῦ Πατρὸς χεῖρα, καθίκετο μὲν εἰς γῆν ἐξ οὐρανοῦ, γέγονε καθ’ ἡμᾶς, σύμμορφός τε τοῖς ἐπὶ τῆς γῆς, οἳ πονηρίας εἰσὶν ἔμπλεοι (πονηροὺς γὰρ αὐτοὺς ἐκάλεσεν ὁ Υἱὸς, οὕτω λέγων· Εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτό)· μονονουχὶ καὶ εἰς ὄφιν αὐτὸν μετασκευάσαι φαμὲν, διά τοι μόνον τὴν πρὸς ἡμᾶς ὁμοιότητα καὶ τὸ ἐν ἴσῳ γενέσθαι σχήματι. Πονηρὸς μὲν ὁ ἄνθρωπος, εἰ πρὸς ἡμερότητα τοῦ Θεοῦ συγκρίνοιτο. Μεταβέβηκε τοίνυν εἰς ὄφιν ἡ ῥάβδος. Γέγονε γὰρ ἄνθρωπος ὁ Μονογενὴς, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ κεχρημάτικε μεθ’ ἡμῶν πονηρὸς, καίτοι κατὰ φύσιν ὑπάρχων ἀγαθὸς, μᾶλλον δὲ αὐτόχρημα τὸ ἀγαθόν. Ἀλλ’ ὅτι γεγονότα καθ’ ἡμᾶς τὸν Μονογενῆ παρεδεξάμεθα μὲν ἡμεῖς, οὐκ ἠγάπησαν δὲ οἱ τῶν Ἰουδαίων δῆμοι (ἀποδεδράκασι γὰρ ὥσπερ αὐτοῦ), σαφὲς ἂν γένοιτο διὰ τῶν ἱερῶν Γραμμάτων. Ἔφυγε γὰρ Μωσῆς ἀπὸ προσώπου αὐτοῦ. Πονηρὸν γὰρ εἶναι νομίσαντες, οὐ τῇ πίστει τετολμήκασιν, ἀπεκτόνασι δὲ μᾶλλον, καὶ συνεσταύρωσαν πονηροῖς. Πλὴν ὅτι κατὰ καιροὺς, ἐπιδράξεται μὲν ἀπὸ τοῦ Χριστοῦ, γινώσκεται δὲ ὅτι πονηρὸς μὲν οὐδαμῶς, στήριγμα δὲ μᾶλλον καὶ ἰσχὺς ἡ πνευματικὴ τῶν πιστευόντων ἐστὶ, δι’ αὐτοῦ τοῦ γεγονότος εἰσόμεθα. Φεύγοντα γὰρ Μωσέα Θεὸς ἐπιστρέφει. Ἐπειδὴ δὲ τοῦ ὄφεως ἐπελάβετο, γέγονε ῥάβδος ἐν τῇ χειρὶ αὐτοῦ. Οὐκοῦν τοῖς μὲν οὐκ εἰδόσι, πονηρὸς εἶναι δοκεῖ, διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν· εἴ γε μὴν ἐπιλάβοιτό τις αὐτοῦ διὰ πίστεως, ῥάβδον εὑρίσκει καὶ στήριγμα. Ἀξιόχρεως μὲν οὖν ἡ ἐπὶ τῇ ῥάβδῳ θεοσημεία, καὶ ἀναπείθειν οἴα τε τοὺς ἐξ Ἰσραὴλ, ἤγουν ἅπαντας τοὺς ἐπὶ τῆς γῆς, ὡς ἐπέσκεπται ὁ Θεὸς αὐτούς. Ἐπειδὴ δὲ τοῖς ἄγαν ἠῤῥωστηκόσι τὸ δυσήκοον, καὶ τοῖς ἔξω γεγονόσιν ἐλπίδος τοῦ διαδρᾶναι δύνασθαι τῶν σφίσιν ἐπηρτημένων τὸ δυσαχθὲς, καὶ πλειόνων ἔδει θαυμάτων· κέκληνται γὰρ οἱ τοιοῦτοι μόλις εἰς τὸ εὐήνιον.