Ancient Greek · ~12 min
Part Ex, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ ΒΙΒΛΙΟΝ Β., Περὶ τῶν διὰ Μωσέως γεγονότων τριῶν σημείων.
Cyrillus Theol., Glaphyra in Pentateuchum 6.1-3
Not analysed yet
ϛ. Ἀπαίρει γὰρ τῆς Μαδιηναίων ὁ θεσπέσιος Μωσῆς, ἀναλαβὼν τὴν γυναῖκα αὐτοῦ καὶ τὰ παιδία, καὶ καθικνεῖτο λοιπὸν εἰς Αἴγυπτον, ἀποπεραίνων εὖ μάλα τὰ προστεταγμένα παρὰ Θεοῦ. Ἐπειδὴ δὲ ἀφεστήκει λοιπὸν τῆς Αἰγυπτίων οὐ μακρὰν, ἔφη πρὸς αὐτὸν ὁ τῶν ὅλων Θεός· Πορευομένου σου καὶ ἀποστρέφοντος εἰς Αἴγυπτον, ὅρα πάντα τὰ τέρατα ἃ δέδωκα ἐν ταῖς χερσί σου, ποιήσεις αὐτὰ ἐναντίον Φαραώ. Καὶ μεθ’ ἕτερα· Σὺ δὲ ἐρεῖς Φαραώ· Τάδε λέγει Κύριος· Υἱὸς πρωτότοκός μου Ἰσραήλ. Εἶπα δέ σοι· Ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσῃ. Σὺ δὲ οὐκ ἐβούλου ἐξαποστεῖλαι αὐτούς· ὅρα οὖν, ἐγὼ ἀποκτενῶ τὸν υἱόν σου τὸν πρωτότοκον. Καὶ ἐγένετο, φησὶν, ἐν τῇ ὁδῷ ἐν τῷ καταλύματι συνήντησεν αὐτῷ ἄγγελος Κυρίου, καὶ ἐζήτει ἀποκτεῖναι αὐτόν. Καὶ λαβοῦσα Σεπφώρα ψῆφον, περιέτεμε τὴν ἀκροβυστίαν τοῦ υἱοῦ αὐτῆς, καὶ προσέπεσε πρὸς τοὺς πόδας αὐτοῦ, καὶ εἶπε· Ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου. Καὶ ἀπῆλθεν ἀπ’ αὐτῆς, διότι εἶπεν· Ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου. Ἄγγελος γὰρ ἐν εἴδει τῷ καθ’ ἡμᾶς ἐπέθρωσκέ τε καὶ ἀνελεῖν ἐπεχείρει, δεδυσώπηται δὲ μόλις, περιτεμούσης Σεπφώρας τὸν υἱὸν αὐτῆς, φημὶ δὲ Γηρσὰμ, ὃς ἦν καὶ πρωτότοκος, διερμηνεύεται δὲ καὶ πάροικος. Τίνα οὖν ὁ ὀλοθρευτὴς ἐπεχείρει ἀνελεῖν, σαφῶς οὐ μεμήνυκε Γράμμα τὸ ἱερόν· ἀλλ’ ἢ Μωσέα τυχὸν τῇδε τοῦ παιδίου περιτομῇ, καὶ οὐχ ἑκὼν ἀπελήλαται. Διατρανοῖ δὲ πάλιν ὁ τύπος, ὡς καὶ ἐν τῷ αἵματι τοῦ Χριστοῦ νενίκηται θάνατος. Σέσωσται δὲ τῶν πατέρων ἡ ἁγία πληθὺς, μᾶλλον δὲ σύμπαν τὸ ἄνωθέν τε καὶ πρὸ αὐτοῦ γένος. Ἀπέθανε γὰρ ὑπὲρ πάντων, καὶ ὁ πάντων ἐν αὐτῷ λέλυται θάνατος. Οὐ γὰρ ἐν αἵματι προφητῶν, ἀλλ’ ἐν τῷ αἵματι τοῦ Χριστοῦ τοῦ νεωτάτου καὶ μετ’ αὐτοῦ διαδιδράσκομεν τὸν ὀλοθρευτήν. Εἰς τοῦτο γὰρ, φησὶν, ὁ Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Εἰ δὲ μὴ λέγοιτο τῷ Γηρσὰμ ἐπιθρώσκειν ὁ ὀλοθρευτὴς, καὶ οὐχὶ δὴ μᾶλλον τῷ μακαρίῳ Μωσῇ, πάλιν ἐκεῖνο συνήσεις. Οὐ γὰρ διὰ τῆς κατὰ νόμον περιτομῆς, τουτέστι, τῆς κατὰ σάρκα καὶ αἰσθητῆς ἀπελήλαται θάνατος, ἀλλὰ διὰ τῆς ἐν Χριστῷ, διὰ πνεύματος, ἣν ἐνήργηκεν ἐν τῷ πρωτοτόκῳ καὶ νέῳ λαῷ, καὶ τῷ παροίκῳ μὲν ἐπὶ γῆς, ἐπιγραφομένῳ δὲ πάλιν τῆς ἄνω καὶ οὐρανικῆς· ἣν ἡ νοητὴ Σεπφώρα, τουτέστιν ἡ Ἐκκλησία, ἡ ἐκ Μαδιάμ τε καὶ ἐξ ἐθνῶν, περιτέτμηκε ψήφῳ. Τύπος δ’ ἂν εἴη καὶ αὕτη τοῦ πνεύματος, διά τοι τὸ παναλκές τε καὶ ἄθραυστον, καὶ μὴν ὅτι καὶ ἐκ πέτρας. Χριστοῦ γὰρ τὸ πνεῦμα· Πέτρα δὲ ὁ Χριστὸς, καθὰ καὶ ὁ σοφὸς γράφει Παῦλος. Ἰστέον δὲ ὅτι καὶ ὁ μετὰ Μωσέα πάλαι γενόμενος Ἰησοῦς, μαχαίραις πετρίναις περιέτεμε τοὺς υἱοὺς Ἰσραὴλ, τὴν ἀχειροποίητον ἐν Χριστῷ διὰ περιτομὴν αἰνιγματωδῶς ἡμῖν σημαίνων, ὑφ’ ἢν καὶ ἡττᾶται θάνατος, ἥπερ ἐστὶν ἡ νοητὴ τῆς κακίας περιτομὴ, φαυλότητός τε καὶ ἡδονῶν ἀπόθεσις. Περὶ γὰρ τῆς κατὰ σάρκα περιτομῆς, ὁ θεῖος ἡμῖν γράφει Παῦλος· Ἡ περιτομὴ οὐδέν ἐστι. Σοφὸς δὲ ἡμῖν καὶ ἱερὸς ἀνακέκραγε λόγος· Περιτμήθητε τῷ Χριστῷ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.