Ancient Greek · ~18 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Ε., Περὶ τοῦ Ἰακώβ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 1.1-8
Not analysed yet
α. Πολυμερῶς καὶ πολυτρόπως ἡ θεόπνευστος Γραφὴ τῆς διὰ Χριστοῦ σωτηρίας προαναφωνεῖ τοὺς τύπους, οὐ μετρίαν ἐντεῦθεν τοῖς ἐντευξομένοις τιθεῖσα τὴν ὄνησιν. Ὅνπερ γὰρ τρόπον οἱ τὴν ἐν πίναξιν ἐπιστήμην εἰς ἅπαν ἐξησκημένοι, ταῖς τῶν χρωμάτων πολυειδέσι μορφαῖς καταποικίλλουσι, τὰς σκιὰς εἰς ἐμφανεστέραν ἄγοντες ὄψιν, καὶ πολὺ τὸ ἐπίχαρι καταχέοντες τῆς γραφῆς· οὕτω καὶ ἡ τοῦδε τοῦ παντὸς τεχνῖτις σοφία, τουτέστι Θεὸς, διὰ ποικίλων ὅσων αὐχημάτων προαναφαίνει λεπτῶς τοῦ μυστηρίου τὸ κάλλος, ἵνα συνιέντες ὡς ἐν αἰνίγμασι, καὶ μονονουχὶ προκατήχησιν καὶ προεισβολὴν εἰς σύνεσιν τὸ πρᾶγμα ποιούμενοι, πρὸς τὴν τῆς ἀληθείας παραδοχὴν, ἑτοιμότεροί πως εἶεν οἱ μυσταγωγούμενοι. Διατρίβομεν τοίνυν ἐν τῷδε τῷ κόσμῳ, μικρὸν διαφέροντες, ἢ τάχα που καὶ ἡττώμενοι τῶν ἀλόγων ζώων, εἴπερ ἀληθῆ τὴν ἐπίπληξιν ἐποιεῖτο Θεὸς κατὰ τῶν ἐξ Ἰσραὴλ, οὕτω λέγων· Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός μου οὐ συνῆκεν. Εἰ δὲ νόμον ἔχοντες τὸν παιδαγωγὸν, ἐπὶ ταῖς οὕτω δειναῖς ἀμαθίαις οἱ τῶν Ἰουδαίων δῆμοι κατεγινώσκοντο, τίς ἂν γένοιτο λοιπὸν λόγος ὁ ζητούμενος περὶ τῶν ἐθνῶν, οἷς τῆς πολυθέου πλάνης ὁ βαθὺς ἐνέσκηψε σκότος; Κάτω γὰρ ὥσπερ διανενευκότες ἀεὶ, καὶ ταῖς τῆς σαρκὸς ἐπιθυμίαις ἐνειλημμένοι, μόνα φρονεῖν ἐσπούδαζον τὰ ἐπὶ τῆς γῆς, οὐδ’ ὅσον εἰπεῖν τὸν τῆς διανοίας ὀφθαλμὸν ἀνατείνειν ἰσχύοντες εἰς τὰ τῆς φιλοθεΐας αὐχήματα. Ἐντεῦθεν ἡμῖν ἐποιμώζοντες καὶ μονονουχὶ κειμένοις ἐπιδακρύοντες οἱ μακάριοι προφῆται, μυρίου; ὅσους δεδαπανήκασι λόγους. Ὁ μὲν γὰρ μακάριος Ἡσαΐας, Ἐπλάτυνε, φησὶν, ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ, καὶ διήνοιξε τὸ στόμα αὐτοῦ, μὴ διαλιπεῖν. Οὐ γὰρ ἦν ἀπόνευσις τοῦ κακοῦ· ἀφορήτῳ δὲ ὥσπερ πλεονεξίᾳ κατηχθισμένοι τῇ τοῦ καθ’ ἡμῶν τυραννήσαντος Σατανᾶ, κατέβαινον μὲν εἰς ᾄδου, κατὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν οἱ δείλαιοι, χανδὸν τοῦ θανάτου καταπίνοντος, καὶ καταποιμαίνοντος ὥσπερ ἡμᾶς εἰς τοῦτο τῆς ἁμαρτίας εὑρετοῦ. Καὶ γοῦν οὐκ ἀδακρυτὶ, καθάπερ ἔφην ἀρτίως, τῆς τοιᾶσδε συμφορᾶς διεμέμνητο καὶ αὐτὸς ὁ θεσπέσιος Δαβίδ. Ἔφη δὲ οὕτω περὶ ἡμῶν, ποτὲ μέν· Ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο, θάνατος ποιμανεῖ αὐτούς· ὁτὲ δὲ πόλιν· Ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ· ὁ καθήμενος ἐπὶ τὰ Χερουβὶμ, ἐμφάνηθι· ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. Ταύτῃτοι καὶ οὐ μέχρι παντὸς ὑπὸ τῷ θανάτῳ μεμενήκαμεν. Πέπομφε γὰρ ἡμῖν ἐξ οὐρανοῦ ὁ Θεὸς καὶ Πατὴρ ποιμένα τὸν ἀγαθὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· οὐκ εἰς ᾅδου ποιμαίνοντα τοὺς ὑπ’ αὐτὸν γενομένους, ἀλλ’ εἰς ἀφθαρσίαν καὶ ζωὴν ἀποφέροντα. Κατανέμει γὰρ ἐν κρίνοις, καὶ ἐν νομῇ ἀγαθῇ, καὶ ἐν τόπῳ πίονι, κατὰ τὸ γεγραμμένον· πόαν ἡμῖν παρατιθεὶς τὴν πνευματικὴν, καὶ τοῖς ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταμεθύσκων νάμασι, καὶ ἐγκάρπους ἀποτελῶν, καὶ πρός γε δὴ τούτοις, εἰς πληθὺν ἀμέτρητον κατευρύνει λαῶν. Καί μοι πάλιν ὡς ἐν σκιαῖς κατίδοι τις ἂν, ὅπερ ἔφην, τὸν θεσπέσιον Ἰακὼβ, καὶ τὰ ἐπ’ αὐτῷ γεγραμμένα παρατιθέντος τοῦ λόγου, καὶ τῆς ἱστορίας τὸ δοκοῦν εἶναί πως ἀσυμφανὲς ὡς ἔνι καταλευκαίνοντος. Γέγραπται τοίνυν ὡδί· Ἐγένετο δὲ, ὡς ἔτεκε Ῥαχὴλ τὸν Ἰωσὴφ, εἶπεν Ἰακὼβ τῷ Λάβαν· Ἀπόστειλόν με ἵνα ἀπέλθω εἰς τὸν τόπον μου, καὶ εἰς τὴν γῆν μου· ἀπόδος μοι τὰς γυναῖκάς μου, καὶ τὰ παιδία μου, περὶ ὧν δεδούλευκά σοι, ἵνα ἀπέλθω. Σὺ γὰρ γινώσκεις τὴν δουλείαν, ἣν δεδούλευκά σοι· καὶ ὅσα ἦν κτήνη σου μετ’ ἐμοῦ. Μικρὰ γὰρ ἦν ὅσα σοι ἦν ἐναντίον μου, καὶ ηὐξήθη εἰς πλῆθος. Καὶ ηὐλόγησέ σε Κύριος ἐπὶ τῷ ποδί μου. Νῦν οὖν πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον; Καὶ εἶπεν αὐτῷ Λάβαν· Τί σοι δώσω; Καὶ εἶπεν αὐτῷ Ἰακώβ· Οὐ δώσεις μοι οὐδέν. Ἐὰν ποιήσῃς μοι τὸ ῥῆμα τοῦτο, πάλιν ποιμανῶ τὰ πρόβατά σου σήμερον καὶ φυλάξω. Παρελθέτω πάντα τὰ πρόβατά σου σήμερον, διαχώρισον ἐκεῖθεν πᾶν πρόβατον ποικίλον καὶ περκνόν· καὶ πᾶν βόσκημα φαιὸν ἐν τοῖς ἄρνεσι. Καὶ πᾶν διάλευκον καὶ ῥαντὸν ἐν ταῖς αἰξὶν, ἔσται μοι μισθὸς, καὶ ἐπακούσεταί μου ἡ δικαιοσύνη μου ἐν τῇ ἡμέρᾳ τῇ αὔριον, ὅτι ἔστιν ὁ μισθός μου ἐνώπιόν σου. Πᾶν ὃ ἂν μὴ ᾖ ῥαντὸν ἢ διάλευκον ἐν ταῖς αἰξὶ, καὶ φαιὸν ἐν τοῖς ἄρνεσι, κεκλεμμένον ἔσται παρ’ ἐμοί. Εἶπε δὲ αὐτῷ Λάβαν· Ἔστω κατὰ τὸ ῥῆμά σου. Καὶ διέστειλεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοὺς τράγους τοὺς ῥαντοὺς καὶ διαλεύκους, καὶ πάσας τὰς αἶγας τὰς ῥαντὰς καὶ διαλεύκους, καὶ πᾶν ὃ ἦν λευκὸν ἐν αὐτοῖς, καὶ πᾶν ὃ ἦν φαιὸν ἐν τοῖς ἄρνεσι, καὶ ἔδωκε διὰ χειρὸς τῶν υἱῶν αὐτοῦ, καὶ ἀπέστησε ὁδὸν τριῶν ἡμερῶν, ἀνὰ μέσον αὐτῶν, καὶ ἀνὰ μέσον Ἰακώβ. Ἰακὼβ δὲ ἐποίμαινε τὰ πρόβατα Λάβαν τὰ ὑπολειφθέντα. Δεῖ δὴ πάλιν ἡμᾶς ὡς ἐν βραχέσι συνενεγκεῖν τῆς ἱστορίας τὸ πλάτος· προσεπειπεῖν δὲ οὕτω, τίς ἂν γένοιτο πρέπων ταῖς ἐπ’ αὐτῇ θεωρίαις ὁ νοῦς.