Ancient Greek · ~14 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Δ., Ἔτι περὶ τοῦ πατριάρχου Ἰακώβ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 12.1
Not analysed yet
ιβ. Καὶ τίς δὴ οὗτός ἐστιν, ἐφ’ ὃν καὶ αὐτὴ λοιπὸν ἡ τεκοῦσα παύσεται, καὶ εἰς ἑτέραν ὥσπερ μετοιχήσεται ζωήν; Τετελεύτηκε γὰρ ἡ Ῥαχὴλ ἐπ’ αὐταῖς ὠδῖσι τοῦ Βενιαμίν. Τὸ μὲν οὖν ἄγαν ἠκριβωμένως εἰδέναι ταυτὶ, Θεῷ δὴ πάλιν ἀναθήσομεν, καὶ τοῖς νουνεχέσιν ἢ καθ’ ἡμᾶς· λυπεῖ δὲ οὐδὲν, τό γε εἰς νοῦν ἧκον εἰπεῖν. Οἶμαι δὴ οὖν ὅτι νοοῖτ’ ἂν εἰκότως υἱὸς ὀδύνης λαὸς ἡ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς τῶν πιστευόντων πληθύς. Κατ’ ἐκεῖνο γὰρ ἔσται τοῦ καιροῦ καὶ ὁ τῆς ἀνομίας υἱὸς, Ὁ ἀντικείμενος, καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα· ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ ὡς Θεὸν καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἐστὶ Θεός. Οὗτος τοῖ; ἁγίοις ἀντιτάξεται, καὶ ἀτιθάσσων οὐδὲν διοίσει θηρίων. Ὡς γὰρ αὐτὸς εἴρηκεν ὁ Σωτὴρ, ἔσται τότε θλίψις μεγάλη, οἵα οὐ γέγονεν ἀπ’ ἀρχῆς κόσμου, οὐδ’ οὐ μὴ γένηται. Ὅτι δὲ οὐχ ἑτέροις μᾶλλον ἀλλ’ ἢ τοῖς ἁγίοις ἐγκατασκήψει τὰ τῆς παρ’ ἐκείνου σκαιότητος καὶ ἀπανθρωπίας, διαμεμήνυκε πάλιν ἐπενεγκὼν αὐτὸς ὁ Χριστός· Καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. Διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. Ὡς γὰρ διώξεως ἐσομένης κατὰ παντὸς ἀπολέκτου καὶ γνησίου τὴν πίστιν, ὡς δεινῆς καὶ ἀφορήτου πλεονεξίας, καὶ μέντοι καὶ αἰκιῶν ἐποισθησομένων τισίν· ἔσται μου πάντως ἐν συστολαῖς ὁ καιρὸς, συμμετροῦντος, οἶμαι, τοῦ φιλοικτίρμονος Θεοῦ τῇ τῶν καμνόντων ἰσχύϊ τὸν πειρασμόν. Οὕτω φρονεῖν ἀναπείθει καὶ ὁ σοφώτατος Παῦλος· Πιστὸς δὲ ὁ Θεὸς ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν. Γεννηθέντος τοίνυν τοῦ Βενιαμὶν, τουτέστι, τοῦ ἐν τέλει τε καὶ ἐν ὀδύναις λαοῦ, πεπαύσεται καὶ Ῥαχήλ. Μετοιχήσεται γὰρ, ὥσπερ ἔφην ἀρτίως, εἰς ἑτέραν ζωὴν ἡ Ἐκκλησία, τουτέστιν ἡμεῖς, οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν τὴν διὰ Πνεύματος ἕνωσιν πρὸς Θεὸν πλουτήσαντες. Καὶ μή τοι θαυμάσῃς εἰ θάνατος τὴν Ῥαχὴλ τῶν ἐν τῷδε τῷ κόσμῳ μετέθηκε πραγμάτων. Θορυβήσει γὰρ ἔσθ’ ὅτε τὸ χρῆμά τινας, ἐνηνεγμένους εἰς θεωρίαν τοῦ πάλαι συμβεβηκότος· Πεπαύσεται δὴ οὖν ἡ Ἐκκλησία κατὰ καιροὺς, καὶ σβεσθήσεται θανάτῳ τρόπον τινά· καὶ τοῦτό ἐστιν ἡ πρὸς τὰ ἀμείνω μετάστασις; Πρὸς δὴ τὰ τοιάδε φαμέν· Ἐκκλησίαν ὅταν ἀκούσῃς, τὴν τῶν πιστευόντων ἁγίαν πληθὺν ἴσθι τοι λέγειν· ᾗ τὸ ἐκτεθνάναι κατὰ τόπον ζωῆς τῆς ἐν κόσμῳ καὶ σαρκικῆς, ὁδός ἐστι πρὸς ἐπίδοσιν τῆς ἐν Χριστῷ πολιτείας καὶ ζωῆς καὶ μεταστάσεως τρόπος εἰς τὰ ἀμείνω καὶ ὑπερκείμενα. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος, ῥαγδαιοτέραν τισὶν ἐπιφέρει τὴν ἐπίπληξιν λέγων· Εἰ ἀπεθάνετε ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ἐν κόσμῳ ζῶντες δογματίζεσθε; Ἐπιστέλλει δὲ πάλιν τοῖς τὴν σαρκικὴν καὶ φιλήδονον ἀποσειομένοις ζωήν· Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν οὖν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Νεκροῦν δὲ ἡμᾶς καὶ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς δεῖν ἔφη σαφῶς, πορνείαν δὴ λέγων καὶ ἀκαθαρσίαν, καὶ τὰ τούτοις ἀδελφά. Οὐκοῦν ὁ τῆς Ῥαχὴλ θάνατος σημαίνει που πάντως τῆς τῶν πιστευόντων ἀγέλης, τουτέστι, τῆς Ἐκκλησίας, τὸν ἐν Χριστῷ νοούμενον θάνατον, εἰς ἑτέραν ὥσπερ ἀποφέροντα ζωήν· εἴπερ ἐστὶν ἀληθὲς, ὅτι τὰ καθ’ ἡμᾶς μεταστήσεται ἐκ φθορᾶς εἰς ἀφθαρσίαν, ἐκ θανάτου πρὸς ζωὴν, ἐξ ἀσθενείας εἰς δύναμιν, ἐξ ἀτιμίας εἰς δόξαν, ἐκ μεμετρημένων καιρῶν εἰς μακραίωνα βίον. Οὕτω γὰρ, οὕτω καὶ αὐτῷ διαπαντὸς συνεσόμεθα τῷ Χριστῷ· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.