Ancient Greek
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΟΥΣ ΑΡΙΘΜΟΥΣ ΒΙΒΛΙΟΝ., Book 1, Περὶ Χριστοῦ καὶ τῆς Ἰουδαίων Συναγωγῆς.
Cyrillus Theol., Glaphyra in Pentateuchum 1.4
Not analysed yet
δ. Ἡμῖν ὡς ἐν εἰκόνι διαδεικνύοντος τοῦ λόγου, ὅτι ταχεῖα μὲν εἰς ἐλεεῖν, καὶ τρόπον τινὰ πρὸς τὸ παρακαλεῖν ἑαυτὴν ἡ θεία φύσις ἑτοιμοτάτη, τῷ δὲ πλήθει πολλάκις ἢ τῷ μεγέθει τῶν ἡμετέρων πταισμάτων ἀποτραχύνεται, καὶ τὴν ἐπὶ τοῖς ἐνόχοις φιλανθρωπίαν ἀναδύεται. Σημαίνει δὲ κἀκεῖνο, κατά γε τὸν ἡμέτερον νοῦν, ὅτι πολλὴ μὲν ἁγίων πρεσβεία ἀναβέβηκε πρὸς τὸν Θεὸν, ὑπὲρ τοῦ Ἰσραήλ· οὐκ ἐνδεχομένου δὲ τοῦ μὴ κολασθήσεσθαι πρέπειν αὐτὸν, οὐκ ἐπὶ τοῖς τυχοῦσι κατεγνωσμένων, δεύτερον ἐτίθει τῆς δίκης τὸν ἔλεον. Ὅτι δὲ πολλάκις διὰ τῶν ἡμετέρων πταισμάτων παραθήγεται Θεὸς, εἰς τὸ καὶ αὐτῆς ἔσθ’ ὅτε τῆς ὅτι μάλιστα φιλαιτάτης αὐτῷ γαληνότητος κατοκνεῖν τὴν ἐπίδοσιν, χαλεπὸν οὐδὲν καὶ διὰ τούτων ἰδεῖν. Ἀπεκαλύπτετό τε διὰ τοῦ ἁγίου Πνεύματος Ἱερεμίᾳ τῷ προφήτῃ τὴν ἐσομένην κατὰ καιροὺς ἐν χώρᾳ τῇ τῶν Ἰουδαίων σφαγήν· κατατρεχόντων αὐτὴν πολέμου νόμῳ τῶν Βαβυλωνίων· ἀλλ’ ὡς πολλῶν ἤδη πεσόντων τε καὶ ὁρωμένων νεκρῶν, πρὸς ἅγιον προφήτην φησί· Οἴ μοι ὅτι ἐκλείπει ἡ ψυχή μου, ἐπὶ τοῖς ἀνῃρημένοις· περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, καὶ ἴδετε, καὶ γνῶτε, καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς· ἐὰν εὕρητε ἄνδρα, εἰ ἔστι ποιῶν κρῖμα, καὶ ζητῶν πίστιν, καὶ ἵλεως ἔσομαι αὐτοῖς, λέγει Κύριος. Ὁρᾷς ἐν τούτοις ὠδίνοντα μὲν ἐπὶ τοῖς ἀνῃρημένοις αὐτὸν, καὶ πρόχειρον μὲν ἐλεεῖν ἐθέλοντα τὴν Ἱερουσαλήμ· εἰργόμενον δέ που ἐφ’ ἑαυτοῦ μονονουχὶ, καὶ ἀνασειράζοντα τὴν θεοπρεπῆ γαληνότητα, διὰ τὸ τῆς ἁμαρτίας ὑπέρογκον, ζητοῦντα δ’ οὖν ὅμως τοῦ κατοικτείρειν τὰς ἀφορμὰς, καὶ ἐφ’ ἑνὶ θέλοντα καταλύειν τὰ ἐκ τῆς ὀργῆς· ἕνα γὰρ ἄνδρα τοὺς θέλοντας ἐπιδεικνύναι πιστὸν ἐν αὐτῇ διεπλάττετο. Ἐκπέμπεται τοίνυν ἡ Μαριὰμ ἐπὶ τῇ λέπρᾳ κάτοχος. Ἀλλ’ οὐκ ἐξῇρε, φησὶν, ὁ λαὸς, ἕως ἐκαθαρίσθη Μαριάμ. Περιμενοῦμεν γὰρ καὶ ἡμεῖς οἱ πιστεύοντες εἰς Χριστὸν τὸν τῶν Ἰουδαίων καθαρισμὸν, δῆλον δὲ ὅτι τὸν διὰ πίστεως. Οὕτω τε τὸ λοιπὸν τὰς ἐν τῷδε τῷ βίῳ καταλιπόντες σκηνὰς, ἐπὶ τὴν ἄνω πόλιν ἀναζεύξομεν, καὶ εἰς τὴν τῆς ἐπαγγελίας ἀναδραμούμεθα γῆν. Ἀληθεύει δὴ οὖν ὁ Σωτὴρ, ὅταν λέγῃ πρὸς τοὺς Ἰουδαίους· Εἰ πιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.