Ancient Greek · ~9 min
Part Ex, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ., Ἔτι περὶ Μωσέως.
Cyrillus Theol., Glaphyra in Pentateuchum 1-10
Not analysed yet
ϛ. Τὴν Μωσέως γένεσιν πολυπραγμονοῦντες, ὡς ἔνι τὸ Χριστοῦ μυστήριον διεδείκνυμεν τῆς τῶν νοημάτων ἰσχνότητος διαγραφούσης αὐτὸν οἰκονομικῶς ἐν ἀρτιγενεῖ νηπίῳ, διά τοι τὴν τῆς θεότητος ἀκακίαν, καὶ τὸ ἀκάκουργον παντελῶς, καὶ τὸ εἰς ἅπαν ἁπλοῦν, ἤγουν ὅτι νέα πέφηνε κτίσις. Ἀλλὰ φέρε δὴ πάλιν καὶ καθ’ ἕτερον τρόπον καταθρήσωμεν ἐν αὐτῷ τὸν Ἐμμανουὴλ μορφούμενον. Τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστός. Ἐγένετο τοίνυν, φησὶν, ἐν ταῖς ἡμέραις ταῖς πολλαῖς ἐκείναις, μέγας γενόμενος Μωσῆς ἐξῆλθε πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ· κατανοήσας δὲ τὸν πόνον αὐτῶν, ὁρᾷ ἄνθρωπον Αἰγύπτιον τύπτοντα Ἑβραῖον τῶν ἀδελφῶν ἑαυτοῦ· καὶ πατάξας τὸν Αἰγύπτιον, ἔκρυψεν αὐτὸν ἐν τῇ ἄμμῳ. Ἐξελθὼν δὲ τῇ ἡμέρᾳ δευτέρᾳ, ὁρᾷ δύο ἄνδρας Ἑβραίους διαπληκτιζομένους, καὶ λέγει τῷ ἀδικοῦντι· Διατί σὺ τύπτεις τὸν πλησίον; Ὁ δὲ εἶπε· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡμᾶς; Ἢ ἀνελεῖν με σὺ θέλεις, ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον; Ἐφοβήθη δὲ Μωσῆς, καὶ εἶπεν· Εἰ οὕτως ἐμφανὲς γέγονε τὸ ῥῆμα τοῦτο; Ἤκουσε δὲ Φαραὼ τὸ ῥῆμα τοῦτο, καὶ ἐζήτει ἀνελεῖν τὸν Μωσῆν. Ἀνεχώρησε δὲ Μωσῆς ἀπὸ προσώπου Φαραὼ, καὶ κατῴκησεν ἐν γῇ Μαδιάμ. Ἐλθὼν δὲ ἐν τῇ γῇ Μαδιὰμ, ἐκάθισεν ἐπὶ τοῦ φρέατος. Τῷ δὲ ἱερεῖ Μαδιὰμ ἦσαν ἑπτὰ θυγατέρες ποιμαίνουσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ἰοθόρ. Παραγενόμεναι δὲ ἤντλουν, ἕως ἔπλησαν τὰς δεξαμενὰς, ποτίσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ἰοθόρ. Παραγενόμενοι δὲ οἱ ποιμένες ἐξέβαλον αὐτάς· ἀναστὰς δὲ Μωσῆς ἐῤῥύσατο αὐτὰς, καὶ ἤντλησεν αὐταῖς, καὶ ἐπότισε τὰ πρόβατα αὐτῶν. Παρεγένοντο δὲ πρὸς Ῥαγουὴλ τὸν πατέρα αὐτῶν. Ὁ δὲ εἶπεν αὐταῖς· Τί ὅτι ἐταχύνατε τοῦ παραγενέσθαι σήμερον; Αἱ δὲ εἶπον· Ἄνθρωπος Αἰγύπτιος ἐῤῥύσατο ἡμᾶς ἐκ τῶν ποιμένων, καὶ ἤντλησεν ἡμῖν, καὶ ἐπότισε τὰ πρόβατα ἡμῶν. Ὁ δὲ εἶπε ταῖς θυγατράσιν αὐτοῦ· Καὶ ποῦ ἔστι; καὶ ἵνα τί οὕτως καταλελοίπατε τὸν ἄνθρωπον; Καλέσατε οὖν αὐτὸν ὅπως φάγῃ ἄρτον. Κατῳκίσθη δὲ Μωσῆς παρὰ τῷ ἀνθρώπῳ, καὶ ἐξέδοτο Σεπφωρὰν τὴν θυγατέρα αὐτοῦ Μωσῇ γυναῖκα. Ἐν γαστρὶ δὲ συλλαβοῦσα ἡ γυνὴ ἔτεκεν υἱὸν, καὶ ἐπωνόμασε Μωσῆς τὸ ὄνομα αὐτοῦ Γηρσὰμ, λέγων, ὅτι Πάροικός εἰμι ἐν γῇ ἀλλοτρίᾳ. Ὧδε μὲν οὖν τὰ Μωσέως. Θεωρίας δὲ τῆς ἐσωτάτω συνθήσει πάλιν ἡμῖν ὁ λόγος, ἀπονέμοντες τῇ ἱστορίᾳ ὅτι μάλιστα τὸ πρέπον αὐτῇ· τὸ δὲ ὅσον ἂν φαίνοιτο ταῖς πνευματικαῖς ἀφηγήσεσιν ὑπηρετεῖν εὖ μάλα δυνάμενον, τοῦτο περιτρέπων εἰς οἰκονομίαν τὴν ἐπὶ Χριστῷ.