Ancient Greek · ~8 min
Part Ex, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ ΒΙΒΛΙΟΝ Β., Περὶ τῆς ἀναθέσεως τῶν πρωτοτόκων.
Cyrillus Theol., Glaphyra in Pentateuchum 1-11
Not analysed yet
α. Λελυτρώμεθα μὲν ἐκ τῆς ἀρχαίας ἡμῶν ἀνατροφῆς πατροπαραδότου, κατὰ τὸ γεγραμμένον, Οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ’ ἐσχάτου. Ἅτε Θεὸς ὢν φύσει, καὶ ἐν μορφῇ καὶ ἰσότητι Θεοῦ καὶ Πατρὸς, καὶ ἐπεὶ ὠνόμασται καὶ πρωτότοκος ὁ Μονογενὴς, ἐπὶ γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Ἔφη γάρ που περὶ ἡμῶν ἐν Ψαλμοῖς πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε. Ἀναλαβὼν γὰρ εἰς ἑαυτὸν τὰ ἀνθρώπινα, καὶ καθεὶς οἰκονομικῶς ἐν τοῖς καθ’ ἡμᾶς τὰ καθ’ ἑαυτὸν, ἀδελφοὺς ἡμᾶς ἀποκαλεῖν οὐκ αἰσχύνεται, ἐπείτοι κεκλήμεθα πρὸς υἱότητα δι’ αὐτοῦ. Καὶ γάρ ἐστιν ἀληθὲς, καὶ ἐξ αὐτῶν μεμαρτύρηται τῶν πραγμάτων, ὅτι τὸν ἴδιον Υἱὸν τῆς ἁπάντων ἡμῶν σωτηρίας ἀντάλλαγμα δέδωκεν ὁ Πατήρ. Οὐκοῦν ὡς ὁ Παῦλός φησι, Τιμῆς ἠγοράσμεθα, καὶ οὐκ ἐσμὲν ἑαυτῶν. Ἀλλ’ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ πάντες μηκέτι ἑαυτοῖς ζῶμεν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν τεθνεῶτι καὶ ἐγηγερμένῳ. Ὅτι τοίνυν ἕκαστος τῶν διὰ Χριστοῦ σεσωσμένων, καὶ οἱονεὶ συμμορφίαν τὴν πρὸς αὐτὸν εὖ μάλα πεπλουτηκότων δι’ ἁγιασμοῦ ἐν Πνεύματι, Θεῷ τὴν οἰκείαν ἐπόφλῃ ζωὴν, σαφὲς ἂν γένοιτο προσλαλοῦντος τοῖς ἀρχαιοτέροις τοῦ πανσόφου Μωσέως· Καὶ ἔσται, ὡς ἂν εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων, ὂν τρόπον ὤμοσε τοῖς πατράσι σου, καὶ δῷ σοι αὐτήν· καὶ ἀφοριεῖς πᾶν διανοῖγον μήτραν τὰ ἀρσενικὰ τῷ Κυρίῳ, πᾶν διανοῖγον μήτραν ἐκ τῶν βουκολίων, ἢ ἐν τοῖς κτήνεσί σου, ὅσα ἂν γένηταί σοι τὰ ἀρσενικὰ, ἁγιάσεις αὐτὰ τῷ Κυρίῳ. Πᾶν διανοῖγον μήτραν ὄνου, ἀλλάξεις προβάτῳ· ἐὰν δὲ μὴ ἀλλάξῃς, λυτρώσῃ αὐτό. Πᾶν πρωτότοκον ἀνθρώπου τῶν υἱῶν σου λυτρώσῃ. Συναγηγερμένης δὲ τῆς ἐκκλησίας κατὰ καιροὺς ἐν Χωρὴβ, διὰ τῶν ἴσων ἔρχεται λόγων, ἐθεσμοθέτει δὲ πάλιν, λέγων ὡδί· Τὰ πρωτότοκα τῶν υἱῶν σου δώσεις ἐμοί. Οὕτω ποιήσεις τὸν μόσχον σου, καὶ τὸ πρόβατόν σου, καὶ τὸ ὑποζύγιόν σου. Ἑπτὰ ἡμέραις ἔσται ὑπὸ τὴν μητέρα, τῇ δὲ ὀγδόῃ ἡμέρᾳ ἀποδώσεις μοι αὐτό. Καὶ ἄνδρες ἅγιοι ἔσεσθέ μοι.