Ancient Greek · ~25 min
Part Ex, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ ΒΙΒΛΙΟΝ Β., Περὶ τῶν διὰ Μωσέως γεγονότων τριῶν σημείων.
Cyrillus Theol., Glaphyra in Pentateuchum 3.1-18
Not analysed yet
γ. Πάλιν ἔφη Θεὸς πρὸς τὸν ἱερὸν δηλονότι Μωσέα· Εἰσένεγκαι τὴν χεῖρά σου εἰς τὸν κόλπον σου. Καὶ εἰσήνεγκε τὴν χεῖρα αὐτοῦ εἰς τὸν κόλπον αὐτοῦ, καὶ ἐγενήθη ἡ χεὶρ αὐτοῦ λεπρῶσα ὡς χιών. Καὶ εἶπε πάλιν· Εἰσένεγκαι τὴν χεῖρα εἰς τὸν κόλπον σου. Καὶ εἰσήνεγκε τὴν χεῖρα αὐτοῦ εἰς τὸν κόλπον αὐτοῦ, καὶ ἐξήνεγκε τὴν χεῖρα αὐτοῦ ἐκ τοῦ κόλπου αὐτοῦ, καὶ πάλιν ἀπεκατεστάθη εἰς τὴν χρόαν τῆς σαρκὸς αὐτοῦ. Θεοπρεπὲς γοῦν ὅτι μάλιστά γε τὸ ἀπαλλάξαι δύνασθαι λέπραν. Τὰ δὲ εἰς τοῦτο λοιπὸν ἀγριότητος ἀφιγμένα τῶν παθῶν, ὡς μηδὲ αὐταῖς εἴκειν ἀνέχεσθαι ταῖς τῶν ἰατρῶν ἐμπειρίαις, δέοιτ’ ἂν ἤδη πως ἐν τοῖς καθ’ αὑτὰ μόνης τάχα που τῆς ἄνωθεν ἐξουσίας, ᾗ τὸ ἀντιστατοῦν οὐδὲν, πάντα βάσιμα καὶ εὐήνυτα· ἀνίατον δὲ νοσημάτων ἡ λέπρα. Ὅτι τοίνυν τὰ ἐν ἀνθρώποις ἀπεγνωσμένα, καὶ τὰ παρ’ ἡμῖν ἀδύνατα, παρ’ αὐτῷ δυνατὰ, καὶ οὐδὲν ὅλως τὸ ἄναντες ἐφῆκε νοεῖν ὁ τῶν ὅλων Θεὸς, διὰ τοῦ τὴν Μωσέως χεῖρα θεραπεῦσαι λελεπρωμένην· ὡς ἂν εἰδεῖεν ἐντεῦθεν οἱ κεκλημένοι, τουτέστιν, οἱ ἐξ αἵματος Ἰσραὴλ, ὅτι κἂν δυσδιάφυκτον ἔχοιεν τὴν συμφορὰν, ταῖς Αἰγυπτίων μοχθηρίαις ὑπεζευγμένοι, καὶ νόσον ὥσπερ τινὰ παθόντες ἐσχάτην, τὴν ὑπ’ ἐκείνοις δουλείαν· ἀλλ’ εὐμήχανος ὁ ἰατρὸς, καὶ τὰ πολὺ δυσεξίτητα τῶν παθῶν παρενεγκεῖν εὐκόλως εἰδὼς καὶ δυνάμενος, καὶ τοῦτο ἀμογητὶ καὶ οὐκ ἐν χρόνῳ μακρῷ. Ἅμα γὰρ εἰσήνεγκε ὁ Μωσῆς τὴν χεῖρα ἐν τῷ κόλπῳ, καὶ ἀπήλλακται τοῦ νοσεῖν. Ὑπῃνίττετο δέ τι ἕτερον ἡμῖν, καθάπερ ἐγᾦμαι, τὸ χρῆμα. Μακροὺς γὰρ ἐν Αἰγύπτῳ τρίβοντες χρόνους οἱ ἐξ Ἰσραὴλ, ἐξέθορον μὲν τῆς ἄνωθεν καὶ ἐκ πατέρων αὐτοῖς ἐντριβοῦς ἐπιεικείας, ἔθεσί τε μᾶλλον τοῖς ἐπιχωρίοις ἐνιζηκότες, καὶ βαθύνοντες λίαν εἰς κάθεσιν, κατὰ τὴν τοῦ προφήτου φωνήν· Λελατρεύκασι μὲν τῇ κτίσει, παρὰ τὸν κτίσαντα. Κατωλισθήκασι δὲ καὶ εἰς πᾶν εἶδος ἀκαθαρσίας, μονονουχὶ δὲ τεθνεῶτα λοιπὸν καὶ ἀπεψυγμένον ἐσχήκασι νοῦν. Ἀκαθαρσίας γὰρ καὶ νεκρότητος σημεῖον ἡ λέπρα. Μεμυσταγώγηκε δὲ διὰ τοῦ θαύματος, ὡς εἰ παραδέξοιτο Θεὸς αὐτοὺς, μονονουχὶ δὲ καὶ ἐγκολπώσοιτο πάλιν, οὐ δυσαπότρεπτον ἕξουσι τὴν ἀκαθαρσίαν, διακρούσονται δὲ καὶ μάλα ῥᾳδίως τὸν ἐκ τῆς νοητῆς νεκρότητος μολυσμόν. Καὶ οὑτωσὶ μὲν ἡμῖν ὁ ἔν γε τούτῳ λόγος. Ὅτι δὲ τὸ Χριστοῦ μυστήριον ἐσκιαγραφεῖτο πάλιν ὡς ἐν τῇ Μωσέως χειρὶ λελεπρωμένῃ τε καὶ κεκαθαρμένῃ, διειπεῖν πειράσομαι. Οὐκοῦν, ὅτι Πάντα γέγονε δι’ Υἱοῦ, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, ὁ θεσπέσιος ἡμῖν εὐαγγελιστὴς Ἰωάννης εὖ μάλα διαμαρτύρεται. Ἐπειδὴ δὲ πρὸς πᾶν ὁτιοῦν ἐνεργὸς ὁ Πατὴρ δι’ αὐτοῦ, ταύτῃτοι καὶ ἡ θεόπνευστος Γραφὴ χεῖρά τε ἡμῖν, βραχίονά τε καὶ δεξιὰν ὀνομάζει τοῦ Πατρὸς τὸν Υἱόν. Καὶ γοῦν ὁ θεσπέσιος Ἡσαΐας, Κύριε, φησὶ, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Μεμενήκασι γὰρ σκληροὶ καὶ ἐξήνιοι, καὶ πολὺ νοσοῦντες τὸ ἀπειθὲς οἱ τάλανες Ἰουδαῖοι. Καὶ τῷ μὲν λόγῳ Κυρίου καὶ αὐτοὺς ἔφη τοὺς οὐρανοὺς ἐστερεῶσθαι Δαβίδ· διά δέ γε φωνῆς προφητῶν ὁ Θεὸς καὶ Πατὴρ διισχυρίσατο λέγων· Ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν. Προσπεφώνηκε δὲ καὶ ἑτέροις· Ἐγὼ γὰρ ὁ Θεός σου ὃς ἐνίσχυσά σε, καὶ ἐβοήθησά σοι, καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου. Χεῖρα δὴ οὖν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ τὸν Υἱὸν ἀποκαλεῖν. Ὅρα τοίνυν τὴν Μωσέως χεῖρα κρυπτομένην ἐν τῷ κόλπῳ αὐτοῦ, εἶτα πρὸς τὸ ἔξω φερομένην, καὶ ὁρωμένην ἐν λέπρᾳ· καὶ πάλιν εἰσφερομένην ἐν τῷ κόλπῳ αὐτοῦ, καὶ παραχρῆμα τοῦ πάθους ἀπηλλαγμένην. Ἐννοοῦντες δὲ τὸ μυστήριον καὶ τὸν τῆς ἐνανθρωπήσεως τρόπον, ὅπη τε καὶ ὅπως ἂν ἔχῃ καταθρεῖν σπουδάζοντες, τοιοῦτό τι γεγονὸς εὑρήσομεν. Ἦν μὲν γάρ πως ὁ Υἱὸς ἐν τῷ κόλπῳ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ δι’ αὐτοῦ τὰ πάντα πεποίηκεν ὁ Πατήρ. Αὐτὸς γάρ ἐστιν ὁ βραχίων ὁ ὑψηλὸς, ἡ πάντα ἰσχύουσα χεὶρ, ἡ ἀξιοθαύμαστος δεξιά. Ἐπειδὴ δὲ τρόπον τινὰ εἰς τὸν ἴδιον ἐκβέβηκεν τόπον, γενόμενος ἄνθρωπος, καὶ τὰς ἀσθενείας ἡμῶν ἔλαβε, κατὰ τὴν τοῦ προφήτου φωνὴν, ἐν ὑπολήψει γέγονε καὶ ἀκαθαρσίᾳ. Ἀκάθαρτος γὰρ ἡ ἀνθρώπου φύσις πρὸς Θεὸν, εἴ γε ἀληθὲς ὅ φησιν ὁ προφήτης Ἡσαΐας, ὅτι Πᾶσα ἡ δικαιοσύνη ἡμῶν, ὡς ῥάκος ἀποκαθημένης. Οὐκοῦν, τό γε ἧκον εἰς ἀνθρώπου φύσιν, ἐν δοκήσει γέγονεν ἀκαθαρσίας, ὁ πάναγνός τε καὶ φῶς ἀπρόσιτον οἰκῶν. Πεπλάνηνται γὰρ οὕτω καὶ οἱ τάλανες Ἰουδαῖοι· τοιγάρτοι καὶ μέθυσον καὶ Σαμαρείτην ὠνόμαζον, καὶ ἐκ πορνείας γεγενημένον, καὶ πρὸς τούτοις ἔτι καὶ ἁμαρτωλόν. Ἔφασκον γάρ που τῷ ἐκ γενετῆς τυφλῷ τεθεραπευμένῳ· Δὸς δόξαν τῷ Θεῷ. Ἡμεῖς οἴδαμεν ὅτι οὗτος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν. Ἀλλ’ οὐκ ἂν, οἶμαι, μωρίας εἰς τοῦτο κατῴχοντό ποτε, ὡς εἴπερ ὄντα Θεὸν κατὰ φύσιν ᾔδεσαν, φάναι τὸ τοιοῦτον, καὶ ἀπύλωτον ἐπ’ αὐτῷ διανοῖξαι στόμα. Ἀλλ’ ὁ ἐν δοκήσει γεγονὼς ἀκαθαρσίας ὡς ἄνθρωπος, ὅτε τὴν καθ’ ἡμᾶς εὐτεχνεστάτην οἰκονομίαν διάγων, εἰς πέρας ἀνέβη πρὸς τὸν Πατέρα, καὶ ἐν κόλποις γέγονεν αὐτοῦ· τότε δὴ, τότε καὶ αὐτὴν ἀπεκρούσατο τὴν δόκησιν τοῦ γεγενῆσθαι μεθ’ ἡμῶν ἐν νεκρότητι καὶ ἀκαθαρσίᾳ. Δοξολογεῖται δὲ ὡς Θεὸς, δοξολογεῖται παρὰ πάντων ὡς Κύριος, ὡς ἁγίων Ἅγιος, ὡς καταλαμπρύνων τὴν κτίσιν, καὶ τοῖς τῶν ἀνθρώπων πνεύμασι, καὶ μέν τοι τοῖς ἐπὶ γῆς χορηγῶν αὐτὸς τὸ παντὸς δύνασθαι καταθλεῖν τοῦ κατασπιλοῦν ἰσχύοντος. Ὅτι δὲ κατεδέξατο μὲν οἰκονομικῶς δι’ ἡμᾶς ὁ Υἱὸς τὰ ἀνθρώπινα, καὶ γέγονε μὲν ὑπὸ νόμον, κατελογίσθη δὲ καὶ ἐν τοῖς ἀνόμοις, ἀναπεφοίτηκε δὲ πάλιν εἰς τὴν ἔμφυτόν τε καὶ ἐν ἀρχαῖς ἐνοῦσαν αὐτῷ τιμήν τε καὶ δόξαν, πληροφορήσει λέγων αὐτὸς πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα· Πάτερ, δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Ὁρᾷς ὅτι τῶν μεταξὺ παρεισβεβηκότων ἀπαλλακτιᾷ, καὶ οὐκ ἀβούλητον μὲν ἐποιήσατο τὴν μετὰ σαρκὸς οἰκονομίαν, ἠπείγετο δὲ πρὸς τὸ τῆς θεότητος εὐκλεὲς καὶ τὸ πάντα ὑπερανεστηκὸς ἀξίωμα; Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος, Εἴ γε καὶ ἐγνώκαμεν, φησὶν, τὸν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκ ἔτι γινώσκομεν. Ἀνεβίω γὰρ ἐκ νεκρῶν, ἀνέθορέ τε πρὸς τὸν Πατέρα μετὰ σαρκός. Ἀλλ’ οὐκέτι, φησὶν, κατὰ σάρκα αὐτὸν γινώσκομεν, τουτέστιν, οὐκ ἔτι ἐν τοῖς πάθεσιν ὄντα τῆς σαρκὸς, πάθεσί τε τοῖς φυσικοῖς καὶ ἀνεγκλήτοις φημί. Πρὸ μὲν γὰρ τοῦ τιμίου σταυροῦ, καὶ πεινῆσαι λέγεται, καὶ καμεῖν ἐκ τῆς ὁδοιπορίας, καὶ περίλυπον γενέσθαι· καὶ αὐτὸν δὲ τὸν ἐπὶ ξύλου δι’ ἡμᾶς ἀνατλῆναι θάνατον, ἀλλὰ νῦν, οὐκ ἐν τούτοις ὅντα γινώσκομεν. Ἅπαξ γὰρ ἀποθανὼν, οὐκ ἔτι ἀποθνήσκει. Ἄφθαρτος γὰρ ὁ Χριστὸς, ζωὴ κατὰ φύσιν καὶ ζωῆς χορηγὸς, ὅτι καὶ ἐκ ζωῆς πέφηνε τοῦ Πατρός.