Ancient Greek · ~37 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ ϛ., Περὶ τοῦ Ἰωσήφ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 4.1-8
Not analysed yet
δ. Ἔθος τῇ θείᾳ Γραφῇ, τοὺς ἀνόπιν ἰόντας τῶν ἀριθμῶν, μετὰ τὴν αὐτοῖς τεταγμένην ἐκπλήρωσιν, τελειότητος ποιεῖσθαι σύμβολα. Οἷόν τί φημι· Τὸν δέκα εἴπερ τις ἀναμετρήσαιτο καὶ ὑπερτρέχειν ἕλοιτο, πάλιν ἐκ μονάδος ἄρξεται, καθάπερ εἰς τέλος καταίρων αὐτόν. Ὁμοίως ἐπὶ τῆς ἑβδομάδος. Ἀρξάμενος γὰρ ἐκ πρώτης, ἄνεισι μὲν ἐφεξῆς ἐπὶ τὴν ἑβδόμην· εἶτα κατακλείσας εἰς τέλος τὸν τῶν ἡμερῶν ἀριθμὸν, ἐπανήξει πάλιν ἐπὶ τὴν πρώτην. Τελειότητος οὖν ἄρα ταύτῃτοι ποιεῖται σημεῖα τοὺς ὧδε ἔχοντας τῶν ἀριθμῶν ὁ ἱερὸς ἡμῖν λόγος. Καὶ γοῦν τῇ τῶν ταλάντων διανομῇ, τὸν εἰς λῆξιν ἥκοντα φιλεργίας τῆς κατὰ Θεὸν, δέκα φησὶν εἰληφέναι τάλαντα καὶ μὴν καὶ ἐπάνω τεθεῖσθαι πόλεων δέκα· ὅτι τῶν εὐδοκιμήσεων τελειότητι πάντη τε καὶ πάντως ἰσομοιρήσει τὰ γέρα, διὰ τούτου καταδεικνὺς ὁ τούτων διανομεὺς, τουτέστι Χριστός· Στεῖραν δέ γε τεκεῖν ἐπτὰ, τῶν ἁγίων τις ἔφη, τὸ ἑπτά που τιθεὶς ἀντὶ τοῦ πολλὰ, καὶ ὅσα τυχὸν εἰς τέλειον ἀριθμὸν καταλογισθεῖεν ἂν ὑπό του τῶν ἀναμετρεῖν ᾑρημένων. Ὅταν τοίνυν λέγηται περὶ τοῦ Ἰωσὴφ, ὅτι ἦν ἐτῶν δέκα καὶ ἑπτὰ, συντεθεῖσθαι δώσομεν τὸν Ἐμμανουὴλ εἰς ἕνα Χριστὸν καὶ Υἱὸν ἐκ δυοῖν τελείοιν, θεότητός τε καὶ ἀνθρωπότητος. Οὐ γάρ τοι παραδεξόμεθα τό τισι δοκοῦν, οἰομένοις ὅτι ψυχῆς λογικῆς ὁ θεῖος ἐκεῖνος κεκένωτο ναὸς, ὃν ἐκ τῆς ἁγίας Παρθένου πεφόρηκεν ὁ Θεὸς Λόγος. Ἀλλ’ ὥσπερ ἦν τέλειος ἐν θεότητι, οὕτω καὶ ἐν ἀνθρωπότητι, πλὴν εἰς ἕνα συγκείμενος ἀποῤῥήτως τε καὶ ὑπὲρ νοῦν. Οὐκοῦν σημαίνει μὲν τὸ τέλειον ἐν θεότητι καὶ ὑπαινίττεταί πως ἡμῖν ὁ δέκα ἀριθμός. Τὸ δὲ οὕτως ἔχον, ἐν ἀνθρωπότητι πάλιν ὑπεμφήνειεν ἂν ὁ ἑπτὰ, μειονεκτούμενος μὲν ὡς ἐν Τριάδι τοῦ δέκα, ἐπενηνεγμένος δὲ αὐτῷ καὶ οἱονεὶ προσκείμενος. Μετὰ γάρ τοι τὸν δέκα ἀριθμὸν συμβέβηκεν ὁ ἑπτά. Ἐν ὑπεροχῇ δὲ Τριάδος, τουτέστι Θεότητος, ὁ ἐκ Πατρὸς Θεὸς Λόγος· ἐν ὑφιζήσει δὲ τὸ ἀνθρώπινον, καὶ Θεοῦ δόξης ἐν μείοσι. Καὶ ὁ μὲν Θεὸς Λόγος νοεῖται προὼν, προσγέγονε δὲ αὐτῷ τὸ ἀνθρώπινον. Οὐκοῦν ἀναγκαίως προτέτακται μὲν ὁ δέκα ἀριθμὸς, ἐπενήνεκταί γε μὴν ὁ ἑπτά. Ἰωσὴφ γὰρ, φησὶν, δέκα καὶ ἑπτὰ ἦν ἐτῶν. Ἄθρει δή μοι πρὸς τούτῳ τὸ πρόσκαιρόν τε καὶ ἄναρχον, ὡς ἔν γε δὴ χρόνῳ, φημὶ, τοῦ Ἐμμανουήλ. Γέγονε μὲν γὰρ ἐτῶν ἀπαρίθμησις ὡς ἐν εἰκόνι τῷ Ἰωσήφ· ἀλλ’ ἐπενήνεκται τὸ ἦν. Κέκληται μὲν γὰρ εἰς γένεσιν τὴν καθ’ ἡμᾶς νοουμένην, καὶ εἰς ἐτῶν ἀριθμὸν διὰ τὸ ἀνθρώπινον, καίτοι Θεὸς ὢν ὁ Λόγος. Ἀλλ’ ἕψεται πάντως τὸ ἦν αὐτῷ. Νοεῖται γὰρ καὶ ἔστιν ἀληθῶς τῷ Θεῷ καὶ Πατρὶ συναΐδιος, καὶ, ὡς ὁ θεσπέσιός φησιν Ἰωάννης, Ἐν ἀρχῇ ἧν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὐκοῦν ἐρῶ εἰσαῦθις· Δέκα μὲν καὶ ἑπτὰ ἐτῶν ἦν Ἰωσὴφ ὁ θεσπέσιος, τὰς δὲ τοῦ πατρὸς ἀγέλας συνεποίμαινε τοῖς ἀδελφοῖς, τοῖς ἀπὸ Ζελφᾶς, φημὶ, καὶ Βάλλας, τουτέστι, τοῖς ἐκ θεραπαινῶν. Γεγονὼς γὰρ ἄνθρωπος ὁ ἐκ Θεοῦ Λόγος, τὴν τῶν Ἰουδαίων ἄνω τε καὶ κάτω περιέθει χώραν, συναγείρων ὥσπερ εἰς ἀγάπησιν τὴν πρὸς Θεὸν καὶ Πατέρα ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ. Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος, Θεὸς ἦν ἐν Χριστῷ, κόσμον ἑαυτῷ καταλλάσσων. Ἐποίμαινε τοίνυν τοῖς εἰς δουλείαν γεγεννημένοις ὁ Ἐμμανουὴλ, καὶ τοῖς οἱονεί πως ἐκ δύο παιδισκῶν, νόθην, καὶ οὐκ ἐλευθέραν λαχοῦσι τὴν γένεσιν. Μετὰ γάρ τοι τὴν τοῦ Ἱεροβοὰμ βασιλείαν, ἀπήρκασι μὲν τῆς Ἱερουσαλὴμ αἱ δέκα φυλαὶ, κατῴχοντο δὲ καὶ κατῳκήκασιν ἐν τῇ Σαμαρείᾳ, παραφέροντος εἰς τοῦτο τοῦ Ἱεροβοάμ. Πεπλάνηνται δὲ καὶ προσκεκυνήκασι ταῖς δαμάλεσι ταῖς χρυσαῖς ἐκεῖ. Ὅθεν καὶ διὰ φωνῆς Ἰεζεκιὴλ, ὡς δύο γυναῖκας ἐκπεπορνευμένας κατῃτιᾶτο Θεὸς, οὕτω λέγων· Υἱὲ ἀνθρώπου, δύο γυναῖκες ἦσαν θυγατέρες μητρὸς μιᾶς, καὶ ἐξεπόρνευσαν ἐν τῇ Αἰγύπτῳ, ἐν τῇ νεότητι αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσον οἱ μαστοὶ αὐτῶν. Ἐκεῖ διεπαρθενεύθησαν. Τὰ δὲ ὀνόματα αὐτῶν, Ὀόλλα ἡ πρεσβυτέρα, καὶ Ὀολίβα ἡ ἀδελφὴ αὐτῆς. Καὶ ἐγένοντό μοι, καὶ ἔτεκον υἱοὺς καὶ θυγατέρας· καὶ τὰ ὀνόματα αὐτῶν, Σαμάρεια ἡ Ὀόλλα, καὶ Ἱερουσαλὴμ ἡ Ὀολίβα. Συνεποίμαινε τοίνυν καθ’ ἡμᾶς γεγονὼς ὁ Υἱὸς τοῖς ἐκ δουλείας ἅμα καὶ ἐκ πορνείας γεγεννημένοις. Καθηγοῦνται γὰρ ἔτι τῶν ἐξ Ἰσραὴλ οἱ κατὰ νόμον προεστηκότες, καίτοι διδάσκοντος ἤδη καὶ μυσταγωγοῦντος Χριστοῦ τοὺς προσιόντας αὐτῷ, καὶ εἰς τὴν τῆς ἀληθείας ἀποκομίζοντος τρίβον. Αὕτη δὲ ἦν αὐτός. Τοιγάρτοι καὶ ἔφασκεν· Ἐγώ εἰμι ἡ ὁδός. Ἀλλ’ οἱ μὲν Γραμματεῖς καὶ Φαρισαῖοι καὶ τὴν τῆς νομοθεσίας ἔχοντες δόξαν, κατέβοσκον εἰς τριβόλους, εἰς ἀκάνθας, εἰς πλάνησιν, εἰς διδασκαλίας καὶ ἐντάλματα ἀνθρώπων· ὁ δὲ εἰς νομὴν ἀγαθὴν, καὶ εἰς πόαν ὥσπερ εὐανθεστάτην, τῶν εὐαγγελικῶν παιδευμάτων τὴν εὐφυᾶ καὶ ἀξιάγαστον γνῶσιν. Καὶ οἱ μὲν ἦσαν ποιμένες ῥᾴθυμοί τε καὶ ἀναπεπτωκότες, καὶ πρός γε τούτοις, λημμάτων ἡττώμενοι, καὶ φιλοκέρδειαν νοσοῦντες ἐσχάτην· τὸ γάλα κατεσθίοντες, τὰ ἔρια περιβαλλόμενοι, καὶ τὸ παχὺ σφάζοντες, κατὰ τὴν τοῦ προφήτου φωνήν· μισθωτοὶ καὶ ἀγέρωχοι, καὶ ὀλίγου παντελῶς ἀξιοῦντες λόγου τὸ χρῆναι πονεῖν ὑπὲρ τῶν προβάτων. Ἀλλ’ ὥσπερ οἱ ἀπὸ Ζελφᾶς τε καὶ Βάλλας, ψόγον πονηρὸν κατήγαγον ἐπὶ τὸν Ἰωσὴφ, οὕτω καὶ τῶν ἀνοσίων Φαρισαίων ἡ δυστροπωτάτη πληθὺς διαβεβλήκασι τὸν Ἐμμανουὴλ, καὶ συκοφαντεῖν ἀπετόλμων τὴν δόξαν αὐτοῦ· Σαμαρείτην, καὶ οἰνοπότην, καὶ δαιμονῶντα πρὸς τούτοις, καὶ ταῖς τοῦ Βεελζεβοὺλ ἐνεργείαις ἐπικουρούμενον εἴς γε τὸ δύνασθαι, φημὶ, τὰ πονηρὰ τῶν ἠῤῥωστηκότων ἐξελαύνειν πνεύματα, δυσσεβῶς ὀνομάζοντες. Τοιγάρτοι καὶ διὰ φωνῆς προφήτου τῆς τῶν Ἰουδαίων ἀθυροστομίας κατεκεκράγει λέγων αὐτὸς ὁ Ἐμμανουήλ· Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ’ ἐμοῦ. Δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ. Ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς· αὐτοὶ δὲ κατελάλησαν ψευδῆ κατ’ ἐμοῦ. Καὶ πάλιν· Πεσοῦνται ἐν ῥομφαίᾳ οἱ ἄρχοντες αὐτῶν, δι’ ἀπαιδευσίαν γλώττης αὐτῶν. Πεφλυάρηκε τοίνυν κατὰ Χριστοῦ τῶν Φαρισαίων τὸ στῖφος, τὸ θρασύ τε καὶ ἀνελεύθερον. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ κατενεγκεῖν τοὺς ἀδελφοὺς ψόγον πονηρὸν κατὰ Ἰωσήφ. Ἀλλ’ ἠγαπᾶτο, φησὶν, παρὰ τοῦ πατρὸς, ὅτι υἱὸς γήρως ἦν αὐτῷ. Γεγόνασι μὲν γὰρ καὶ ἕτεροι ποιμένες, καλοί τε καὶ ἀγαθοὶ, πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἀναδείξεως τῆς ἐν κόσμῳ καὶ μετὰ σαρκός· καὶ πρό γε τῶν ἄλλων Μωσῆς ὁ θεσπέσιος, καὶ οἱ καθεξῆς τὰς λογικὰς ἀγέλας διαποιμαίνοντες. Πλὴν διαφερόντως ἠγάπησε τὸν Υἱὸν ὁ Πατήρ, καίτοι τελευταῖον ὄντα μετὰ τοὺς ἄλλους, καὶ ἐν ἐσχάτοις τοῦ αἰῶνος γεγονότα καιροῖς. Ἁρμόσει μὲν οὖν τῷ Ἰακὼβ υἱὸν γήρως ἔχειν τὸν Ἰωσήφ. Θεὸς δὲ ἀγήρως, ἄναρχός τε καὶ ἀναυξὴς, καὶ ἀεὶ παντέλειος. Ταύτῃτοι σοφῶς τῆς τοῦ πρέποντος θήρας ἀφαμαρτεῖν οὐκ ἐφιέντες τὸν λόγον, γήρως ὥσπερ υἱὸν γεγεννῆσθαί φαμεν τῷ Θεῷ καὶ Πατρὶ τὸν Ἐμμανουὴλ, ὡς ἐν χρόνοις γεγονότα τοῖς τελευταίοις τοῦ αἰῶνος, δηλονότι τοῦ ἐνεστῶτος, καὶ ἐπεί τοι μετ’ αὐτὸν ἕτερος οὐδείς. Οὐ γὰρ ἐν ἑτέρῳ σώζεσθαι προσδοκῶμεν. Ἀρκέσει δὴ μόνος, ὅτι μηδὲ ἐν ἄλλῳ κεῖσθαί φαμεν τὴν τοῦ κόσμου σωτηρίαν καὶ ζωήν. Αὐτὸς οὖν ἡμᾶς εἰς αἰῶνας ποιμανεῖ, κατὰ τὴν τοῦ Ψάλλοντος φωνὴν, καὶ ὑπ’ αὐτῷ κεισόμεθα τῷ ἀγαπητῷ, πεφηνότι μὲν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, καθάπερ ἔφην ἀρτίως, μετὰ σαρκὸς, προϋφεστηκότι δὲ ὡς Θεῷ. Φαμὲν γὰρ εἶναι τῷ Πατρὶ συναΐδιον. Οὐκοῦν ἠγαπᾶτο μὲν παρὰ τοῦ πατρὸς διαφερόντως ὁ Ἰωσήφ· χιτῶνα δὲ αὐτῷ ποικίλον ἐδίδου, γέρας ὥσπερ ἐξαίρετον, καὶ τῆς ἐνούσης φιλοστοργίας μήνυσιν ἐναργῆ τὸ χρῆμα τιθείς. Ἀλλ’ ἦν καὶ τοῦτο τοῖς ἀδελφοῖς βασκανίας ἐρέθισμα, καὶ φθόνου πρόφασις· καθὼς καὶ αὐτὸ τῶν πραγμάτων διδάξει τὸ πέρας. Ἐπεμαίνοντο δὲ καὶ οἱ Φαρισαῖοι τῷ ἠγαπημένῳ, τουτέστι Χριστῷ, διά τοι τὸ παρὰ Θεοῦ καὶ Πατρὸς ποικιλότροπόν τινα κατημφιέσθαι δόξαν. Τεθαύμαστο γὰρ κατὰ πολλοὺς, οἶμαι, τρόπους· τοῦτο μὲν ὡς ζωοποιὸς, τοῦτο δὲ ὡς φῶς καὶ καταφωτίζειν οἷός τε τοὺς ἐν σκότῳ, ὡς λεπροὺς καθαρίζων, καὶ νεκροὺς κἂν ἤδη δυσωδοῦντας ῥᾷστα ἐγείρων, ὡς θαλάσσαις ἐπιτιμῶν, καὶ αὐτοῖς ἐπ’ ἐξουσίας ἐποχούμενος κύμασι. Καὶ γοῦν ἤδη πως Ἰουδαῖοι διηπορηκότες, καὶ τῷ τῆς βασκανίας πυρὶ λοιπὸν ἀφορήτως κατατρυχόμενοι, πρὸς ἀλλήλους ἔλεγον· Τί ποιοῦμεν; ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ. Αἴνιγμα δὴ οὖν ὁ παμποίκιλος ἡμῖν χιτών ἐστι τῆς πολυειδοῦς εὐκλείας, ἢν ὁ Θεὸς καὶ Πατὴρ περιθεῖναι λέγεται τῷ Υἱῷ καθ’ ἡμᾶς γενομένῳ διὰ τὸ ἀνθρώπινον. Ἐπεὶ τό γε ἧκον εἰς ἰδίαν φύσιν, αὐτός ἐστιν ὁ τῆς δόξης Κύριος· κἂν εἰ λέγοι τυχὸν οἰκονομικῶς διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν· Πάτερ, δόξασόν σου τὸν Υἱόν. Παρεθήγοντο δὴ οὖν εἰς λύπας οἱ ἐκ θεραπαινῶν, ἐφ’ οἷς ἔφην ἀρτίως. Καὶ πρός γε δὴ τούτοις, ὕποπτοι γεγόνασι διὰ τὴν τῶν ἐνυπνίων ἀφήγησιν. Προαναμανθάνοντες γὰρ, ὡς αὐτοὶ μὲν ἔσονται κατὰ καιροὺς ὑπὸ πόδας, καὶ προσκυνηταί· ὁ δὲ λίαν δὴ ὑπερκείσεται, καὶ εἰς τοῦτο δόξης ἀναδραμεῖται λοιπὸν, ὡς καὶ αὐτοῖς γενέσθαι προσκυνητὸν τοῖς γεγεννηκόσιν· ἐπέτριζον ἤδη τοὺς ὀδόντας αὐτῶν, καὶ τὰς ἐπὶ τὸ χρῆναι φονᾷν εἰσεδέχοντο γνώμας. Παρωξύνοντο δὲ καὶ οἱ Ἰουδαῖοι, καὶ λελύπηντο οὐ μικρῶς, μανθάνοντες ὅτι καὶ αὐτοὺς ὑπερκείσεται τοὺς ἁγίους Πατέρας ὁ Ἐμμανουὴλ, καὶ προσκυνητὸς ἔσται παντὶ τῷ λαῷ, μᾶλλον δὲ ἁπάσῃ τῇ γῇ. Καὶ τοῦτο συνιέντες ἔφασκον· Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε ἀποκτείνωμεν αὐτὸν, καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ· καίτοι τοῦ μακαρίου Δαβὶδ ἀναφανδὸν λέγοντος ἐνηνθρωπηκότι τῷ Μονογενεῖ· Πάντα τὰ ἔθνη ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε· ἄλλοτε δ’ αὖ καὶ αὐτῶν τῶν ἐξ Ἰσραὴλ τὸν ἐπὶ Χριστῷ φθόνον καὶ τὴν ἀνοσίαν ὀργὴν καταφανῆ τιθέντος καὶ λέγοντος· Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί. Ἀποχρώντως δὴ οὖν τὸν ἀπηνῆ καὶ ἀτίθασσον τῶν Ἰουδαίων καταδείξαντες φθόνον, ἐπὶ καιροῦ λέγωμεν τὰ δύσοιστά τε καὶ μιαιφόνα τολμήματα, πανταχῆ τὸν τῆς ἱστορίας παραθλίβοντες λόγον, καὶ εἰς αὐτὸν τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς ἀναθέοντες τὸν σκοπόν. Ἀνακομίζει γὰρ αὖθις εἰς τοῦτο ἡμᾶς ὁ λόγος.