Ancient Greek · ~19 min
Part Ex, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ ΒΙΒΛΙΟΝ Β., Περὶ τῶν διὰ Μωσέως γεγονότων τριῶν σημείων.
Cyrillus Theol., Glaphyra in Pentateuchum 4.1-11
Not analysed yet
δ. Μετὰ δέ γε τὸ ἐπὶ τῇ λεπρώσῃ χειρὶ παραδόξως τετελεσμένον, καὶ τρίτῳ σημείῳ καθίστησι βεβαιοτέρους. Ἔφη γὰρ πάλιν· Ἐὰν δὲ μὴ πιστεύσωσί σοι τοῖς δυσὶ σημείοις τούτοις, μηδὲ εἰσακούσωσι τῆς φωνῆς σου, λήψῃ ἀπὸ τοῦ ὕδατος τοῦ ποταμοῦ, καὶ ἐκχεεῖς ἐπὶ τὸ ξηρόν· καὶ ἔσται τὸ ὕδωρ, ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ, αἷμα ἐπὶ τοῦ ξηροῦ. Ἄθρει δὴ οὗν πάλιν τὴν τῶν Ἰουδαίων ἀπείθειαν προεγνωσμένην. Μελληταὶ γὰρ ἀείπερ καὶ βραδεῖς εἰς σύνεσιν, καὶ δυσμετακόμιστοι πρὸς ἀλήθειαν. Ἠπειθήκασι γὰρ τῷ τῆς ἐνανθρωπήσεως τρόπῳ, καὶ τοῖς διὰ μέσου παραδόξως τετελεσμένοις. Ὀψὲ δὲ καὶ μόλις τῷ τελευταίῳ σημείῳ πεπιστεύκασιν, εἰ καὶ μὴ πάντες τυχὸν, ἀλλ’ οὖν τὸ κατάλειμμα τὸ κατ’ ἐκλογὴν χάριτος, ὡς μακάριος γράφει Παῦλος. Καὶ τί τὸ τελευταῖον σημεῖον; Ὁ ἐπὶ ξύλου θάνατος, καὶ ἡ τῷ θανάτῳ παρεζευγμένη καὶ γείτων εὐθὺς ἀναβίωσις τοῦ Χριστοῦ. Ὅτι δὲ σημεῖον δέδοται τοῖς υἱοῖς Ἰσραὴλ τοῦ Σωτῆρος ὁ θάνατος, καὶ αὐτὸ τὸ μέγα καὶ ἀξιάγαστον τῆς ἐκ νεκρῶν ἀναστάσεως μυστήριον, σαφὲς ἂν γένοιτο δι’ αὐτῶν τοῦ Σωτῆρος ῥημάτων. Προσῄεσαν μὲν γὰρ οἱ Φαρισαῖοί ποτε μετὰ μυρίων ὅσων σημείων ἐπίδειξιν, εἰρωνευόμενοί τε καὶ λέγοντες· Διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν. Ὁ δὲ πρὸς αὐτούς· Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. Ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς, τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Κεκέρδακε δὲ ὅτι πολλοὺς ἐξ Ἰουδαίων οὐχὶ δὴ μόνον, ἀλλὰ καὶ ἐξ ἐθνῶν ὁ τοῦ Ἐμμανουὴλ θάνατος, ἀταλαίπωρον ἰδεῖν. Ἔφη γὰρ πάλιν, ποτὲ μὲν, ὅτι Ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντα ἑλκύσω πρὸς ἐμαυτὸν, ποτὲ δὲ αὖ, Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. Ὁρᾷς ὅπως δι’ ἐναργοῦς παραδείγματος ὑπέδειξεν ἡμῖν τὸν ἐκ τοῦ θανάτου καρπόν; Ἦν οὖν ἄρα τὸ λοῖσθον ἡμῖν σημεῖον, τοῦ Σωτῆρος οἱ λόγοι, ἐφ’ ᾧ καὶ ἡ πίστις οὐχὶ μόνων τῶν ἐξ Ἰσραὴλ, ἀλλὰ καὶ αὐτῶν, ὡς ἔφην, τῶν ἐκ τῆς ἑτέρας πληθύος, φημὶ δὲ τῆς ἐξ ἐθνῶν. Τίνα οὖν δὴ τρόπον αὐτὸ δὴ τοῦτο κατεσημαίνετο; Λήψῃ, φησὶν, ἀπὸ τοῦ ὕδατος τοῦ ποταμοῦ, καὶ ἐκχεεῖς ἐπὶ τὸ ξηρόν· καὶ ἔσται τὸ ὕδωρ, ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ, αἷμα ἐπὶ τοῦ ξηροῦ. Ζωῆς μὲν γὰρ τύπος ἤτοι σημεῖον τὸ ὕδωρ· καὶ γάρ ἐστιν ἀληθῶς ἀναγκαῖον εἰς τοῦτο, καὶ χρειωδέστερον τοῖς ἐπὶ γῆς. Οὐκοῦν, οἷάπερ ἐκ ποταμοῦ, τοῦ ζωογονοῦντος τὰ πάντα Πατρὸς, ζωὴ αὐτὸς ἐξέφυ κατὰ ἀλήθειαν ὁ Υἱός. Ὥσπερ γάρ ἐστι φῶς ἐκ φωτὸς, οὕτω καὶ ζωὴ ἐκ ζωῆς. Ὅτι δὴ οὐκ ἔξω ὑποστὰς ἀλλ’ ἐξ αὐτοῦ κατὰ φύσιν ἐστὶ τοῦ Θεοῦ καὶ Πατρὸς, ἐδιδάσκετο Μωσῆς· οὐδὲν δὲ ἧττον καὶ ἡμεῖς αὐτοί. Λήψῃ γὰρ, φησὶν, ἀπὸ τοῦ ὕδατος τοῦ ποταμοῦ. Εἶτα τοῦτο ἐκχεῖν εἰς γῆν ἐπετάττετο. Τοῦτο δέ ἐστιν, αἰνιγματωδῶς, τῆς ἐνανθρωπήσεως τὸ μυστήριον. Ζωὴ γὰρ ὑπάρχων ὁ Μονογενὴς, καὶ ὡς ἐκ ζωῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἀποῤῥύτως γεγεννημένος, ἀνεμίχθη τρόπον τινὰ τῇ ἐκ γῆς ἀνθρωπότητι, καθάπερ ἀμέλει τὸ ὕδωρ τῇ γῇ. Κατῴκηκε γὰρ ἐν Χριστῷ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς· μονονουχὶ δὲ τῇ ἀνθρωπείᾳ συνενήνεκται φύσει, καὶ ὡς οὐκ ἂν δύναιτό τις νοεῖν ἢ φράσαι· πλὴν εἰς αἷμα μετεποιήθη τὸ ὕδωρ, Ἡ γὰρ κατὰ φύσιν ζωὴ, τουτέστιν, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, καθ’ ἕνωσιν οἰκονομικὴν, τὴν ὡς πρὸς σάρκα φημὶ, ἤτοι πρὸς ὁλόκληρον ἀνθρωπότητα καὶ φύσιν τὴν καθ’ ἡμᾶς, καὶ ἐν δοκήσει γέγονε τοῦ καὶ αὐτὸν ἀνατλῆναι τὸν θάνατον. Φαμὲν γὰρ ὅτι καὶ ἀπέθανεν ὑπὲρ ἡμῶν, οὐκ εἰς ἰδίαν φύσιν τοῦτο αὐτὸς παθὼν (τεθναίη γὰρ αὐτὸς οὐδαμῶς, ζωὴ ὑπάρχων), ἀλλὰ τὸν τῆς ἰδίας σαρκὸς οἰκειούμενος θάνατον. Ἄθρει γὰρ ὅπως, εἰ μὴ ἐξέχεεν ὁ Μωσῆς τὸ ὕδωρ εἰς τὴν γῆν, οὐ μετεποιήθη εἰς αἷμα· ὅπερ ἐστὶν ἐναργὲς θανάτου σημεῖον. Ἔξω μὲν γὰρ τῆς σαρκὸς νοούμενος ὁ ἐκ Θεοῦ Λόγος, ζωὴ καὶ ζωοποιός ἐστιν. Ἐπειδὴ δὲ κατῴκηκεν ἐν σαρκὶ, τότε δὴ, τότε καὶ τεθνάναι λέγουσι κατὰ τὸ ἀνθρώπινον. Τοῦτο δὴ λοιπὸν τὸ ἐξαίσιόν ἐστι καὶ διαφανὲς σημεῖον, δι’ οὗ καὶ σεσαγήνευται μὲν εἰς πίστιν τὸ κατάλειμμα τοῦ Ἰσραὴλ, συνεισκέκληται δὲ καὶ αὐτὴ τῶν ἐθνῶν ἡ πληθύς. Τίς γὰρ οὐκ ἂν μεταθεῖτο πρὸς εὐπείθειαν, ἀτονήσαντα βλέπων τὸν πάλαι δεινὸν καὶ δυσάντητον τοῖς ἐπὶ γῆς θάνατον, καὶ κατηργημένην τὴν φθορὰν, καὶ εἰς ἐλπίδα ζωῆς τῆς ἀτελευτήτου τὴν ἀνθρώπου φύσιν ἀνηνεγμένην; Ὥσπερ γὰρ συναπεθάνομεν τῷ Ἀδὰμ, οὕτω συνεγηγέρμεθα τῷ Χριστῷ, καὶ μαρτυρήσει γράφων ἡμῖν ὁ θεσπέσιος Παῦλος· Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκομεν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιησόμεθα. Ἐξεπρίατο γὰρ ἡμᾶς τῷ ἰδίῳ αἵματι, καὶ τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα τὴν ἑαυτοῦ ζωὴν ἐποιήσατο.