Ancient Greek · ~17 min
Part Ex, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ ΒΙΒΛΙΟΝ Β., Περὶ τῶν διὰ Μωσέως γεγονότων τριῶν σημείων.
Cyrillus Theol., Glaphyra in Pentateuchum 5.1-10
Not analysed yet
ε. Ἀλλὰ καίτοι τῶν οὕτω σεπτῶν τερατουργημάτων ἐκπεπερασμένων, ἀλύει Μωσῆς, ἡττᾶται δειλίας, οὔπω τεθάῤῥηκε τὴν ἀποστολήν. Ἰέναι δὴ ὅτι προσήκει πρὸς Φαραὼ Θεοῦ προστάττοντος, διαγγελοῦντα σαφῶς ἀνεῖναι τὸν Ἰσραὴλ, θύσοντά μοι κατὰ τὴν ἔρημον· καταπέφρικε μὲν τὸ χρῆμα οὐ μετρίως, προσφέρει τε λέγων ἀναφανδὸν, ὡς εἴη μὲν ὁμολογουμένως ὀλίγος εἰς λόγους, καὶ παράσημον ἔχει τὴν γλῶτταν· Οὐ γὰρ εὔλαλός εἰμι πρὸ τῆς χθὲς, οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας, οὐδ’ ἀφ’ οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου, ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι. Ὅτι δὴ καὶ ἀνικάνως ἔχει πρὸς λύτρωσιν τῶν ὑποδουλείων ζυγῶν, διεβεβαιοῦτο σαφῶς, ἔφασκέ τε· Δέομαι, Κύριε, προχείρισαι ἄλλον δυνάμενον, ὃν ἀποστελεῖς. Χαριεῖσθαι δὲ καὶ γλῶτταν αὐτῷ καὶ στόμα κατευρύνειν ὑπισχνουμένου Θεοῦ, καὶ ὡς αὐτὸς εἴη λέγοντος ὁ σοφίας καὶ λόγου δοτὴρ, μακροτέραν ἐποιεῖτο τὴν παραίτησιν, ἕτερον χρῆναι λέγων ἀναδείκνυσθαι τὸν δυνάμενον. Προσκρούει δὴ οὖν ταύτῃ Θεῷ. Καὶ θυμωθεὶς γὰρ, φησὶν, ὀργῇ Κύριος ἐπὶ Μωσῆν εἶπεν· Οὐκ ἰδοὺ Ἀαρὼν ὁ ἀδελφός σου ὁ Λευΐτης; Ἐπίσταμαι ὅτι λαλῶν λαλήσει αὐτός σοι. Καὶ πρός γε τοῦτό φησιν, ὅτι Αὐτὸς ἔσται σου στόμα· σὺ δὲ αὐτῷ ἔσῃ τὰ πρὸς τὸν Θεόν. Ὁρᾷς τὸ βραδύγλωσσον τοῦ λόγου καὶ πάλαι σκιαγραφούμενον ὡς ἔν γε τῷ θεσπεσίῳ Μωσῇ; Οὐ γὰρ ἱκανὸς ὁ νόμος εἰς ἀπαγγελίαν τῶν χρησμῳδημάτων, οὔτε μὴν ἀριστοεπὴς, ἢ εὔγλωττος, εἰς τὸ ἀκριβῆ τοῦ συμφέροντος παραθεῖναι τὴν γνῶσιν, καθάπερ ἀμέλει ὁ Χριστὸς, ὁ ἀληθῶς Λευΐτης, οὗ καὶ εἰς τύπον Ἀαρών. Ὁ μὲν γὰρ νόμος ὁ διὰ Μωσέως, εἰς ἀρχὰς ἀποφέρει μόλις τῶν λογίων τοῦ Θεοῦ, καὶ στοιχεῖόν ἐστι τοῖς νηπίοις εἰσηγητὴς, παιδευτὴς ἀφρόνων, διὰ τύπου καὶ σκιᾶς ἀμυδροτάτην ἡμῖν εἰσκομίζων μόλις τῶν πρακτέων τὴν εἴδησιν. Ὁ δὲ ἀληθῶς ἱκανότατος καὶ μέγας ἡμῶν ἱερεὺς καὶ δυνατὸς εἰς ἀποστολὴν, τουτέστι Χριστὸς, κατασκιασμάτων ἀπηλλαγμένην παρέδειξε τὴν ἀλήθειαν. Οὐ γάρ ἐστι βραδὺς ἢ ὀκνηρὸς τὴν γλῶτταν, ἢ βραχὺς τοὺς λόγους κατὰ Μωσέα, πολὺ δὲ λίαν εὐεπὴς, καὶ μάλιστα ὡς σοφίας Λόγος τοῦ Θεοῦ καὶ Πατρός. Θέα δὲ, πῶς οὐχ ἱκανὸς μὲν ὁ νόμος εἰς τὸ ἐξελέσθαι δουλείας τοὺς ὑπὸ τῷ νοητῷ πράττοντας Φαραὼ, τουτέστι τῷ Σατανᾷ, οὐδ’ ἂν ὠφελῆσαί τι τὴν γῆν ὁ θεσπέσιος Μωσῆς, καίτοι διαφανεστάτην ἐπ’ ἀρεταῖς τὴν δόξαν ἑλὼν, μὴ οὐχὶ συνόντος τε αὐτῷ καὶ ἐπαμύνοντος τοῦ Χριστοῦ. Τοῦτο δ’ ἂν μάθοις ὧδέ τε ἔχειν καὶ ἀψευδῶς εἰρῆσθαι ἀφ’ ἡμῶν διὰ τὸ παρεζεῦχθαι τὸν Ἀαρών. Καὶ διαλέγεται μὲν ὁ Μωσῆς, διατρανοῖ δὲ τὸν λόγον Ἀαρών. Εἰ μὴ γὰρ νοηθείη πνευματικῶς ὁ νόμος, ἀποκαλύπτοντος ἡμῖν τὰ ἐν αὐτῷ τοῦ Χριστοῦ, σκοτεινὸν καὶ ἀσυμφανὲς ἔσται τοῖς ἀκροωμένοις τὸ δηλούμενον. Καὶ γοῦν Ἰουδαῖοι τὸν διερμηνεύοντα τὰ Μωσέως οὐκ ἔχοντες, τουτέστι τὸν Χριστὸν, ἀπομεμενήκασιν ἀμαθεῖς. Τοιγάρτοι καὶ ἔφασκεν ὁ θεσπέσιος Παῦλος· Ἄχρι γὰρ τῆς σήμερον ἡμέρας, τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Ἀλλ’ ἕως σήμερον ἡνίκα ἀναγινώσκεται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Ἡνίκα δὲ ἐὰν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστι, οὗ δὲ τὸ πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. Ὀρθῶς οὖν ἔφασκεν ὁ τῶν ὅλων Θεὸς πρὸς τὸν ἱεροφάντην Μωσέα περὶ τοῦ Ἀαρὼν, ὅτι Λαλῶν λαλήσει αὐτός σοι, καὶ αὐτὸς ἔσται σου στόμα· σὺ δὲ αὐτῷ τὰ πρὸς τὸν Θεόν. Καὶ οὐ δήπου φαμὲν ὅτι Θεῷ προσεχέστερον καὶ μᾶλλον ἐγγὺς παρὰ τὸν Ἐμμανουὴλ ὁ Μωσῆς. Ὁ μὲν γάρ ἐστιν Υἱὸς καὶ ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν, ὁ δὲ μεθ’ ἡμῶν ἐν οἰκέταις, κἂν εἰ καλοῖτο γνήσιος. Δοκεῖ δέ πως γεγενῆσθαι τὰ πρὸς τὸν Θεὸν αὐτῷ. Κεχρημάτικε γὰρ ὑπὸ νόμου ὡς ἄνθρωπος ὁ Χριστὸς, καὶ τετήρηκε τὰ Μωσέως. Περιτέτμηται γὰρ ὀκταήμερος, καὶ τὴν τοῦ διδράχμου συνεισφορὰν ἐποιήσατο, καίτοι κατὰ φύσιν ἐλεύθερος ὢν Υἱός. Ἔφαγε δὲ καὶ τὸ πάσχα, καίτοι πάλιν ὁ αὐτὸς ὢν ὁ ἀμνὸς ὁ ἀληθινὸς ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Ταύτῃτοι Μωσῆς μὲν γεγενῆσθαι λέγεται τὰ πρὸς τὸν Θεὸν αὐτῷ. Ὅτι δὲ ἔμελλε καὶ αὐταῖς ἀπειθεῖν ὁ Ἰσραὴλ ταῖς διὰ Χριστοῦ θεοσημείαις, παραδείξειεν ἂν ὁ Μωσῆς, οὐδὲ αὐτοῖς τοῖς θαύμασιν ἀπονέμων τὴν πίστιν. Τοιγάρτοι Μωσέως πρόσωπον τοῖς ἐξ Ἰσραὴλ περιθήσομεν, ὅτε κέκληνται δι’ αὐτοῦ, καὶ τοῖς δι’ αὐτοῦ πεπαιδαγώγηνται νόμοις. Οὐκοῦν ὅτι μὴ ἱκανὸς ὁ νόμος τοῖς εἰς λύτρωσιν, ἀπόχρη δὲ ἡμῖν εἰς τοῦτο τὸ τίμιον αἷμα τοῦ Χριστοῦ (δι’ αὐτοῦ γὰρ καὶ μόνου νενίκηται ὁ θάνατος), σαφὲς ἂν γένοιτο καὶ μάλα ῥᾳδίως κἀκ τῶνδε δὴ πάλιν.