Ancient Greek · ~15 min
Part Ex, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ., Περὶ γενετῆς Μωσέως.
Cyrillus Theol., Glaphyra in Pentateuchum 5.1-9
Not analysed yet
ε. Ἄθρει δὲ ὅπως πᾶν ἄρσεν ἐπιβουλεύεσθαι προστεταχότος τοῦ Φαραὼ, κρύπτει μὲν τὸ βρέφος ἡ τεκοῦσα γυνὴ, καθιεῖσα δὲ μετὰ τοῦτο καὶ ἐγκατακλείσασα τῇ θίβῃ, ἤτοι τῇ κλειστῇ, ῥίπτει μὲν αὐτὸ ἐν τοῖς ἕλεσιν, ἀναλαμβάνει δὲ παραχρῆμα παρ’ αὐτοῖς εὑροῦσα τοῖς ὕδασιν ἡ τοῦ διώκοντος παῖς, καὶ ἀνοίγει μὲν τὴν θίβην, εἶτα κλαῖον εὑροῦσα τὸ βρέφος. ὅτι τε Ἑβραῖος εἴη συνίησιν ἀκριβῶς, καὶ ἀναδίδωσι τρέφειν τῇ τεκούσῃ, πάλιν μισθὸν τῶν τροφῶν ὑποσχομένη. Τίνα δὴ νοῦν ἐφαρμόσαιμεν ἂν τοῖς τοιοῖσδε λόγοις; ἢ τί τὸ μυστήριον περιαθρεῖν ἀναγκαῖον; Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας οὐκ ἦν ἐπὶ τῆς γῆς τὸ ἄρσεν ἀνεπιβούλευτον. Ἄρσεν δὲ νοοῦμεν τὸ ὡς ἐν ἀνδρείᾳ τῇ πνευματικῇ, καὶ ἧς ἂν εἶεν καρποὶ τὰ ἁνδάνοντα τῷ Θεῷ. Οὐκοῦν ἐν κινδύνῳ τὸ ἄρσεν, μονονουχὶ ταῖς κοσμικαῖς ἡδοναῖς οἷά τε βορβόροις ἢ τέλμασιν ἐγκαθιέντος τοῦ Σατανᾶ, καὶ ἐναποπνίγοντος τοὺς παραιτουμένους τὸ ἄναλκι καὶ θηλυπρεπὲς, τὸ ὡς ἐν ἤθει φημὶ καὶ τρόποις. Τοιγάρτοι καὶ ἔφασκον οἱ Πνευματοφόροι κατατεθηπότες, οἶμαί που, τὴν ἀπάντων ἐκτροπὴν ἐπὶ τὸ μὴ ἔχον ὀρθῶς· Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. Ἦν γὰρ ἤδη πως καὶ ἀνεπιτήδευτον παντελῶς ἅπασιν ἀνθρώποις τὸ ἀγαθὸν, οὐκ ἀφιέντος ἀνδρίζεσθαι τοῦ τῆς ἁμαρτίας εὑρετοῦ. Ἐπειδὴ δὲ γέγονε μεθ’ ἡμῶν, καὶ τοῖς ἐπιβουλευομένοις ἐναρίθμιος ἦν ὁ Ἐμμανουὴλ, τὸ φύσει τε καὶ ἀληθῶς ἄῤῥεν βρέφος, τουτέστι τὸ θρύπτεσθαι μὴ εἰδός· οὐ γὰρ μεμαλάκισται πρὸς ἁμαρτίαν· διέλαθε μὲν ἐν ἀρχαῖς τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου· κέκρυπται γὰρ τὸ παιδίον, τουτέστι Μωσῆς· ἐπειδὴ δὲ προῆλθεν εἰς ἡλικίαν, τοῖς τοῦ διαβόλου στρατηγήμασι κατατεθηγμένη πρὸς μιαιφονίαν ἡ τεκοῦσα Συναγωγή· πέφηνε γὰρ ἐξ Ἰουδαίων ὁ κατὰ σάρκα Χριστός· κατέκλεισεν ἐν μνημείῳ. Τύπος δ’ ἂν γένοιτο καὶ τοῦδε σαφὴς διὰ χειρὸς ὥσπερ τῆς ἰδίας μητρὸς ἐν τῇ καλουμένῃ θίβῃ καθιέμενος ὁ Μωσῆς, καὶ πρός γε τούτοις ἐκτιθέμενος. Ἠλλοτρίωσε γὰρ ἑαυτῆς τὸν Ἐμμανουὴλ ἡ τῶν Ἰουδαίων Συναγωγή. Ἀλλ’ ἥ γε τοῦ Φαραὼ θυγάτηρ, τουτέστιν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, καίτοι πατέρα ποτὲ λαχοῦσα τὸν Σατανᾶν, εὑρίσκει παρ’ ὕδασιν, ὧν ἂν νοοῖτο τύπος τὸ ἅγιον βάπτισμα, δι’ οὗ καὶ ἐν ᾧ Χριστὸς εὑρίσκεται, καὶ ἀνοίγει τὴν θίβην. Ὅτι γὰρ οὐ μεμένηκεν ἐν νεκροῖς, ἀνεβίω δὲ μᾶλλον πατήσας τὸν θάνατον, ἔξω τε μνημείου γέγονε, πεπιστεύκασιν ἀληθῶς οἱ διὰ πίστεως εὑρηκότες τὸν δι’ ἡμᾶς εἰς θάνατον, ἵνα καὶ ὑπὲρ ἡμῶν εἰς ζωήν. Εὑρίσκει δὲ κλαῖον τὸ παιδίον. Περιτευξόμεθα δὲ καὶ ἡμεῖς τῷ Χριστῷ τὴν τῶν Ἰουδαίων ἀνοσιότητα, καὶ τὰ εἰς αὐτὸν γεγονότα διηγουμένῳ, μονονουχὶ δὲ καὶ κλαίοντι. Δυσφορητικῶς γάρ φησιν· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. Αὐτοὶ δὲ κατενόησαν, καὶ ἐπεῖδόν με· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Καὶ μὴν καὶ ἑτέρωθί που· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Ὅτι δὲ καὶ ἐξ Ἰουδαίων πέφηνεν ὁ Χριστὸς, ἐπέγνω τε καὶ πεπίστευκεν ἡ ἐξ ἐθνῶν Ἐκκλησία. Εἶπε γὰρ, φησὶν, ἡ θυγάτηρ Φαραώ· Ἀπὸ τῶν παιδίων τῶν Ἑβραίων τοῦτο. Πλὴν ὅτι κατὰ καιροὺς παρὰ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας δέξεται Χριστὸν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, μυσταγωγούμενοι δηλονότι τὸ ἐπ’ αὐτῷ μυστήριον, παραδείξειεν ἂν καὶ λίαν ἀμογητὶ ἐκ τῆς θυγατρὸς Φαραὼ παραδέξασθαι τὸ παιδίον τὴν τεκοῦσαν αὐτό. Ἐκθεμένη γὰρ ὥσπερ τὸν Ἰησοῦν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, καὶ ἀποβαλοῦσα ταῖς ἀπειθείαις, ἐν τελευταίοις αὐτὸν καιροῖς παραδέξεται ταῖς τῆς Ἐκκλησίας μυσταγωγουμένη φωναῖς. Καὶ ὅτι μὴ ἀκερδὲς, ἀλλ’ ἐν μεγάλαις ἐλπίσι τὸ χρῆμα αὐτὴ λοιπὸν ἀναπεπεισμένη. Θέα γὰρ ὅπως ἡ τοῦ Φαραὼ θυγάτηρ μισθοὺς ἐπηγγέλλετο τῇ Μωσέως μητρὶ, παιδοκομεῖν ἑλομένῃ τὸ ἐξ αὐτῆς. Οὐκοῦν ἡ Μωσέως γένεσις καὶ τὰ ἐπ’ αὐτῷ κατασημήνειεν ἂν καὶ μάλα σαφῶς τοῖς ἀρτίφροσι τὸ Χριστοῦ μυστήριον, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας. Ἀμήν.