Ancient Greek
Page 472
Cyrillus Theol., Homiliarum incertarum fragmenta 472
Not analysed yet
XIV. Διανέμει καὶ νῦν ὁ Σωτὴρ τάλαντα τοῖς ἰδίοις οἰκέταις κατά γε τὴν ἐν εὐαγγελίοις παραβολήν· οὐκοῦν ἁπλώσατε τὰς καρδίας καὶ ὑποδέξασθε χαίροντες· "Δόκιμοι "γενέσθε τραπεζῖται·" ἐμπορεύσασθε τὸ δοθὲν ἐπιστημόνως· πολυπλασιάσατε ταῖς ἐπιεικείαις, μέγα καὶ ἁγιοπρεπὲς τὸ καύχημα καὶ τοὺς τῆς γνησιότητος ἐπαίνους προξενεῖ, καὶ τί τοῦτο λέγω, τὸ ἔτι μεῖζον ἀφείς; οὐρανοῦ πολίτην ἐργάζεται, εἰς βασιλείαν ἀναφέρει, αὐτῷ συνδοξάζεσθαι ποιεῖ τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ. ἴδωμεν δὲ τοῦτο καὶ ἐξ αὐτῶν τῶν εὐαγγελικῶν γραμμάτων· ὁ τὰ πέντε τάλαντα λαβὼν παρὰ τοῦ οἰκοδεσπότου, προσεργασάμενος δὲ καὶ ἕτερα πέντε, τί προσέρχεται λέγων; "Κύριε, πέντε τάλαντά μοι ἔδωκας, ἴδε ἐποίησα ἄλλα "πέντε." ὁρᾶς ὅσον ἐστὶ τῆς φιλοπονίας τὸ καύχημα; καὶ τί πρὸς αὐτὸν ἔφη Χριστός; "Εὖ δοῦλε ἀγαθὲ καὶ πιστὲ, "ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω, εἴσελθε "εἰς τὴν χαρὰν τοῦ κυρίου σου." τί τούτου τὸ μεῖζον εἰς δόξαν; τί τὸ αἱρετώτερον εἰς εὐημερίαν; ἔπαινοι παρὰ Χριστοῦ καὶ ψῆφος δεσποτικὴ στεφανοῦσα τὸν φιλεργήσαντα, πιστὸν ὀνομάζει τὸν καρποφορήσαντα νοητῶς· μὴ γὰρ τῷ Δεσπότῃ τὸ κέρδος προσήνεγκε; μὴ γὰρ χρῄζει τινὸς ἐν τοῖς καθ' ἑαυτόν; αὐτός ἐστι τὸ πάντων πλήρωμα καὶ ὡς ὁ πάνσοφος Ἰωάννης φησίν "Ἐκ τοῦ πληρώματος αὐτοῦ "πάντες ἡμεῖς ἐλάβομεν." ἀλλ' ὅταν ἡμεῖς ἑαυτοὺς κερδάνωμεν, προσωφελῶμεν δὲ καὶ ἑτέρους, τότε χαίρει Χριστὸς, πλοῦτον ἡγεῖται τὴν ἡμῶν εὐδοκίμησιν· καὶ τὸ ἔτι μεῖζον ἐρῶ· τροφὴν ὥσπερ ποιεῖται τὸ πρᾶγμα. ὅτι δέ ἐστιν ἀληθὲς ὅ φημι, πάλιν ἐκ τῶν εὐαγγελικῶν μαθήσῃ γραμμάτων. νενουθέτηκε μὲν γὰρ τὴν ἐκ Σαμαρείας γυναῖκα· εἶτα λεγούσης ἐκείνης "Ὅτε ἔλθῃ Μεσίας ἀπαγγελεῖ ἡμῖν