Ancient Greek
Page 473
Cyrillus Theol., Homiliarum incertarum fragmenta 473
Not analysed yet
"πάντα," ἑαυτὸν ἐμφανῆ κατέστησε λέγων "Ἐγώ εἰμι ὁ "λαλῶν σοι." καὶ τὸ μὲν γύναιον δρόμῳ συντείνεται καὶ τὴν Σαμαρειτῶν μεμυσταγώγηκε πόλιν· εἰδὼς δὲ Χριστὸς ὅτι πολλοὶ πιστεύσουσιν ἐπ' αὐτὸν, τοῖς ἁγίοις ἔφασκε μαθηταῖς "Ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε," τρέφει γὰρ ὥσπερ τὴν ἡμερωτάτην φύσιν τῶν ἀπολωλότων ἡ σωτηρία. Ὁ μὲν οὖν γνήσιος οἰκέτης· ἀναβήσομαι γὰρ αὖθις ἐπὶ τὸν τοῦ λόγου σκοπόν· τὸν τῆς ἐπιεικείας ἀνεδήσατο στέφανον, εἰσκεκόμισται γὰρ εἰς τὴν χαρὰν τοῦ ἰδίου δεσπότου· ὁ δέ γε λαβὼν τὸ τάλαντον, εἶτα γεγονὼς ὀκνηρὸς, προσεργασάμενος δὲ παντελῶς οὐδὲν, κατακρύψας δὲ μᾶλλον εἰς γῆν αὐτὸ, ταῖς ἐσχάταις περιπέπτωκε δίκαις. φύγωμεν τοίνυν τὴν μίμησιν, ἀποπεμψώμεθα τῆς ἑαυτῶν διανοίας τὸν ἀκερδῆ καὶ ἐπάρατον ὄκνον, τὸν ἐπ' ἀγαθοῖς δηλονότι σπουδάσμασι, μὴ εἰς ἀργίαν τὴν δοθεῖσαν ἡμῖν παρὰ Χριστοῦ καταχώσωμεν χάριν. φησί που διὰ φωνῆς Ἡσαΐου ὁ τῶν ὅλων Θεός "Ἱερεῖς λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ·" τί δὲ εἰ ὁ μὲν διδάσκων τοὺς ὠφελεῖν εἰωθότας ἐξυφαίνοι λόγους τοῖς ἀκροωμένοις, οἱ δὲ οὐκ εἰς νοῦν καὶ καρδίαν ἀποτίθενται τὴν μυσταγωγίαν, ἀλλ' ἐπικροτήσαντες μόνον καὶ γυμνοῖς ἐπαίνοις ἀμειψάμενοι τὸν μυσταγωγὸν, ἄγευστοι τῶν ἱερῶν ἀπομένουσι διδαγμάτων; ἆρα ὀκνῆσαι προσήκει τὸν μυσταγωγόν; εἶτα ποίους εὑρήσει λόγους ἐπὶ τοῦ θείου βήματος τοὺς ἐπικουροῦντας αὐτῷ ὅταν αἰτιάσηται τῶν ἀκροωμένων τὸ ῥᾴθυμον καὶ εὐάφορμον εἴπῃ διὰ τοῦτο τὸν ὄκνον; κατακριθήσεται γὰρ μᾶλλον ὡς ἔστιν ἰδεῖν ἐκ τῆς εὐαγγελικῆς παραβολῆς· ὁ γάρ τοι τὸ τάλαντον λαβὼν παρὰ τοῦ οἰκοδεσπότου, κατέχωσε μὲν εἰς γῆν αὐτὸ καὶ ἀπολυπλασίαστον ἔχων προσεκόμιζε λέγων "Κύριε ἴδε ἔχεις τὸ σόν." ἆρ' οὖν ἐπῃνέθη καὶ γερῶν ἠξίωται, ἢ κατεδικάσθη μᾶλλον