Ancient Greek
Page 474
Cyrillus Theol., Homiliarum incertarum fragmenta 474
Not analysed yet
ὡς ὀκνηρός; "Ἔδει σε γὰρ, φησὶ, καταβαλεῖν τὸ ἀργύριόν "μου τοῖς τραπεζίταις, κἀγὼ ἐλθὼν ἐκομισάμην ἂν τὸ ἐμὸν "σὺν τόκῳ." οὐκοῦν ὡς τραπεζίταις ὑμῖν ἐπιστήμοσι τὸ δεσποτικὸν ἀργύριον ἐξοδιάζω ἐγώ· ὑμεῖς δὲ λαβόντες, εἰς νοῦν ἀπόθεσθε τὸ δοθὲν καὶ εἰς τὸ βάθος τῆς ἑαυτῶν καρδίας κρύψατε, εὖ εἰδότες ὅτι τὰ εἰς γῆν πεμπόμενα τῶν σπερμάτων ἐγχωννύμενα μὲν ταῖς βώλοις καρποφορεῖ, τὰ δὲ ἀκατάχωστα διαρπάζεται. XV. Πλὴν ἐσπούδασεν ὁ Κύριος μήτε δι' ὅλου φανερῶσαι τὴν ἑαυτοῦ θεότητα μήτε εἰς τὸ παντελὲς ἀποκρύψαι, τὸ μὲν διὰ τοὺς τότε, τὸ δὲ διὰ τοὺς μετὰ ταῦτα· ὥστε δεῖξαι καὶ τῆς θεότητος αὐτοῦ καὶ τῆς ἀνθρωπότητος τρανὰς τὰς ἐνεργείας, ἵνα μήτε ἡ θεία δύναμις ἀμβλυνθῇ μήτε ἡ ἀνθρωπίνη φύσις ἀπιστηθῇ. ἐπειδὴ γὰρ ἔμελλεν αἵρεσις ἀνακύπτειν ἡ λέγουσα ὅτι φάντασμα ἦν τὸ σῶμα καὶ ἐξ οὐρανοῦ κατῆλθεν· οὐ γὰρ ἂν ἔλαβε τοῦ φθαρτοῦ σώματος σάρκα ἡ ἄφθαρτος φύσις, οὐδ' ἂν κατεδέξατο ῥύπον ἢ μολυσμὸν ἢ σπῖλον· ἵνα πιστώσηται ὁ Θεὸς τῶν ἀνθρώπων τὸ γένος ὅτι τοῦτο ἐγένετο ὅ ἐσμεν, μένων ὃ ἦν, διὰ τοῦτο συνεχώρησε τῇ σαρκὶ πάσχειν τὰ ἴδια, καὶ ἔδειξε διπλῆν τὴν ἐνέργειαν, πάσχων μὲν ὡς ἄνθρωπος, ἐνεργῶν δὲ ὡς Θεὸς ὁ αὐτός· οὐ γὰρ ἄλλος καὶ ἄλλος, εἰ καὶ ἄλλως καὶ ἄλλως. Τοῦ ἁγίου Κυρίλλου εἰς τό Πατὲρ εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου. Μέγα πάλιν καὶ ἐξαίρετον κατόρθωμα ταῖς ἡμετέραις ψυχαῖς διὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. ἐπειδὴ γὰρ δεδικαιώμεθα διὰ τῆς πίστεως τῆς εἰς αὐτὸν καὶ ἐν αὐτῷ τὸ