Ancient Greek
Page 475
Cyrillus Theol., Homiliarum incertarum fragmenta 475
Not analysed yet
ἀπλημμελὲς ἡ ἀνθρώπου φύσις εὑρέθη πλουτήσασα, καὶ κεκαινοτόμηκεν ἡμῖν τὸ μηκέτι μὲν εἰς ᾅδου τρέχειν τὰς τῶν σωμάτων ἀπαλλαττομένας ψυχὰς καθὰ καὶ πρώην, πέμπεσθαι δὲ μᾶλλον εἰς χεῖρας Θεοῦ ζῶντος. καὶ τοῦτο εἰδὼς ὁ ἅγιος ἔφη Στέφανος "Κύριε Ἰησοῦ δέξαι τὸ πνεῦμά "μου·" καὶ ὁ μακάριος δὲ γράφει Πέτρος "Ὥστε καὶ "πάσχοντες κατὰ θέλημα τοῦ Θεοῦ πιστῷ κτίστῃ παρατι"θέσθωσαν τὰς ἑαυτῶν ψυχάς."