Ancient Greek · ~2 min
Commentary hosea, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΕΞΗΓΗΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΗΡΟΦΗTHΝ ΩΣΗΕ.
Cyrillus Theol., In XII Prophetas 1
Not analysed yet
OIHΘΕΙΗ μὲν ἄν τις περιττὸν εἶναί πὼς καὶ εἰκαιόβουλον, καὶ οὔτι που σφόδρα τῶν ἀναγκαίων εἰς ὄνησιν, καὶ πολλοῖς ἤδη προειρημένα μονονουχὶ καὶ ἀνασκαλεύειν ἐπιχειρεῖν, καὶ τοῖς τῶν προλαβόντων πόνοις ἐπεισφέρειν ἐτέρους. καίτοι καὶ λίαν ἀποχρώντως ἐχόντων ἐκείνων εἴς γε τὸ δύνασθαι διατρανοῦν εὖ μάλα τὰς τῶν ἁγίων προφητῶν συγγραφάς· ἐγὼ δὲ τὸ χρῆμα φαίην ἂν οὐχ ὧδε ἔχειν· πολλοῦ τε καὶ δεῖ. μεμνήσομαι γὰρ ἐπιφωνοῦντος τοῦ Παύλου τοῖς παρ’ αὐτοῦ μυσταγωγουμένοις “Tὰ αὐτὰ “λέγειν 5 ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές.”