Ancient Greek · ~4 min
Commentary hosea, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΕΞΗΓΗΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΗΡΟΦΗTHΝ ΩΣΗΕ.
Cyrillus Theol., In XII Prophetas 2
Not analysed yet
Ἅθρει δὲ ὅπως ἐστὶν ἀληθὴς ὁ λόγος. εἰ γάρ τι προκέοιτο τῶν ἀναγκαίων εἰς εἴδησιν, εἶτα πολλοὶ καὶ παρὰ πολλῶν ἐπ’ αὐτῷ δὴ τούτῳ γένοιντο λόγοι, βλάβος μὲν ἔσται τὸ σύμπαν οὐδέν· ὀνήσειε δ’ ἂν ὅτι μάλιστά γε τοῖς ἀκροωμένοις. εἰ μὲν γὰρ ἀλλήλοις συμβαίνοντας ποιοῖντο τοὺς λόγους οἱ διερμηνεύειν εἰωθότες, ἀσφαλεστέρα που πάντως a 2 Α τοῖς φιλακροάμοσιν εἰσ’ κρίνεται γνῶσις· εἰ δὲ δή τι φαί- νοιτο τὸ ἐφ’ ἑκάστῳ καινοπρεπὲς καὶ τὸ τῷ δεῖνι τυχὸν οὐ σφόδρα διεγνωσμένον ὀρθῶς καὶ ἀνεπιλήπτως, εἰ ἐπὶ νοῦν ἥκοι τὸν ἑτέρου, τί τὸ λυποῦν; μᾶλλον δὲ, πῶς οὐκ ἄμεινον ἀμφιλαφῆ καὶ εὐκρινεστέραν τὴν τῶν νοημάτων γίνεσθαι παράθεσιν; οὐκοῦν, κἂν εἰ πολλοὶ γεγράφασι πρὸ ἡμῶν, τὰ ἐν τοῖς ἁγίοις προφήταις διερμηνεύοντες, οὐχὶ ταύτης ἕνεκεν τῆς αἰτίας σιωπήσομεν· διωσόμεθα δὲ μᾶλλον ὡς ἀδρανῆ τὸν ὄκνον, καὶ ἥνπερ ἂν καὶ ἡμῖν αὐτοῖς ἐπιδοίη χάριν ὁ ἀποκαλύπτων βαθέα καὶ ἀπόκρυφα, ταύτην καὶ ετεροις φανερὰν καταστήσομεν, μεμνημένοι λέγοντος τοῦ Χριστοῦ, “Δωρεὰν ἐλάβετε, δωρεὰν δότε.’