Ancient Greek · ~10 min
Commentary amos, ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΞΗΓΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ.
Cyrillus Theol., In XII Prophetas 1-10
Not analysed yet
AΜΩΣ γέγονεν αἰπόλος ἀνὴρ, καὶ ποιμενικοῖς ἔθεσί τε καὶ νόμοις ἐντεθραμμένος· ἐποιεῖτο δὲ τἃς διατριβὰς ἐν ἐρήμῳ τῇ πρὸς νότον τῆς Ἰουδαίων χώρας, ἢ μέχρις ὅρων διήκει θαλάσσης τῆς Ἰνδικῆς, καὶ εἰς τὴν Περσῶν ἐκτείνεται γῆν, μυρία δὲ ὅσα βαρβάρων αὐτὴν καταβόσκεται γένη, ἔχει δὲ λίαν ἐπιτηδείως καὶ εἰς τὸ φέρβειν δύνασθαι τὰς οἰῶν ἀγέλας· εὔβοτος γὰρ καὶ πλατεῖα καὶ πολυειδεῖ τῇ πόᾳ κατεστεμμένη. ἦν δὲ ὁ Ἀμὼς ἐκ Θεκουὲ κώμης, πρὸς αὐτοῖς κειμένης τοῖς τῆς ἐρήμου ποσίν. ἐπειδὴ δὲ ἦν ἀνὴρ ἀγαθὸς, καὶ πάσης ἐπιεικείας ἐργάτης, τὸ τῆς προφητείας εὐθὺς κατεπλούτει πνεῦμα, καὶ προεφήτευεν οὐκ ἐν τοῖς Ἱεροσολύμοις, ἀλλ’ ἐν αὐτοῖς μὲν ἔτι τοῖς ποιμνίοις, ἐν ἀρχαῖς τῶν ἐξ ἔθους τε αὐτῷ καὶ μελέτης ἐχόμενος φροντισμάτων, εἶτα καὶ εἰς αὐτὴν ἀφικόμενος τὴν Βαιθήλ. καὶ γὰρ ἦν ἡ Θεκουὲ οὐχ ὑπὸ τὴν Ἰούδα μᾶλλον, ἀλλ’ ὑπὸ τὴν Ἐφραΐμ βασιλείαν. ὅτι δὲ ἀληθεῖς ἡμῖν οἱ περὶ τούτων γεγόνασι λόγοι, καταθρήσεις ἀκονιτὶ, καὶ διὰ τῶν αὐτοῦ πληροφορηθήσῃ λόγων· προεφήτευε μὲν γὰρ ἐν Βαοιὴλ, ὡς ἔφην, ἀφανισθήσεσθαι λέγων τοὺς βωμοὺς τοῦ γέλωτος, ἐρημωθήσεσθαι δὲ καὶ τὰς τελετὰς τοῦ Ἰσραήλ· καὶ δὴ τούτοις προστιθείς “Καὶ ἀναστήσομαι ἐπὶ τὸν οἶκον Ἱεροβοὰμ ἐν ῥομφαίᾳ. ὁ δέ γε τῆς Βαιθὴλ ἱερεύς· Ἀμεσίας οὗτος ἦν· ἐπέτριζε τῷ Προφήτῃ τοὺς ὀδόντας. εἶτα πέμπει πρὸς Ἱεροβοὰμ βασιλέα Ἰσραὴλ λέγων “Συστροφὰς ποιεῖται κατὰ σοῦ Ἀμὼς “ἐν μέσῳ οἴκου Ἰσραὴλ, οὐ μὴ δύνηται ἡ γῆ ὑπενεγκεῖν “ἅπαντας τοὺς λόγους αὐτοῦ· διότι τάδε λέγει Ἀμώς Ἐν “ῥομφαίᾳ τελευτήσει Ἱεροβοὰμ, ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος “ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ. καὶ εἶπεν Ἀκεσίας πρὸς “Ἀμώς Ὁ ὁρῶν βάδιζε, ἐκχώρησον εἰς γῆν Ἰούδα, καὶ ἐκεῖ “καταβίου, καὶ ἐκεῖ προφητεύσεις. εἰς δὲ Βαιθὴλ οὐκέτι “μὴ προσθῇς τοῦ προφητεῦσαι, ὅτι ἁγίασμα βασιλέως ἐστὶ, “καὶ οἶκος βασιλέως ἐστί· καὶ ἀπεκρίθη Ἀμὼς καὶ εἶπε “πρὸς Ἀμεσίαν Οὐκ ἤμην προφήτης ἐγὼ, οὐδὲ υἱὸς προ- “φήτου, ἀλλ’ ἢ αἰπόλος ἤμην, κνίζων συκάμινα, καὶ ἀν- “ἔλαβε με Κύριος ἐκ τῶν προβάτων, καὶ εἶπε κύριος πρὸς “μέ βάδιζε, προφήτευσον ἐπὶ τὸν λαόν μου τὸν Ἰσραήλ. ”εἴληπτο δὴ οὖν ἐκ ποιμνίων, καὶ προεφήτευεν ἐν Βαιθὴλ, ἐν ᾗ καὶ δάμαλιν ἀπέθετο χρυσῆν ὁ πρῶτος Ἱεροβοὰμ ὁ Ναβὰτ υἱός. ἐπισημήνασθαι δὲ κἀκεῖνο οἶμαί που χρήσιμον, ὡς ἕτερος ἦν Ἀμὼς ὁ τοῦ Ἡσαΐου πατήρ. τίνες γεμὴν καὶ ἐπὶ τίσιν ὅλως οἱ παρ’ αὐτοῦ γεγόνασι λόγοι, τῶν προκειμένων ἁψάμενοι σαφηνιοῦμεν ὡς ἔνι.