Ancient Greek
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 49-8
Not analysed yet
Πλὴν ἐν τούτοις ἔοικεν ὁ προφητικὸς ἡμῖν ὑποφαίνειν λόγος κεκρυμμένην οἰκονομίαν, ἣν ὅτε γέγονεν ἄνθρωπος πεπλήρωκεν ὁ Μονογενής. ἀεὶ γάρ πὼς ἡ θεία γραφὴ μεμελέτηκεν ἐξομοιοῦν τοῖς ἄγαν εἰδωλολάτραις καὶ εἰς τοῦτο λίαν ἀπονενευκόσι, τὰς ἀγέλας τε τῶν δαιμονίων καὶ αὐτοὺς δὲ τοὺς ἀεὶ τοῖς ἁγίοις ἀνθεστηκότας. πάντα δὴ οὖν ἐχθρὸν ἀπολεῖσθαί φησιν, Αἰγυπτίοις τε καὶ Ἰδουμαίοις ἐξεικασμένον. ἀσφαλὴς γὰρ ἡ ὑπόσχεσις τοῦ Χριστοῦ λέγοντος περὶ τῆς Ἐκκλησίας ὅτι “πύλαι ἅδου οὐ κατ- “ἰσχύσουσιν αὐτῆς.” ὅτι δὲ πάντη τε καὶ πάντως ἔμελλον δίκας ἐξαιτεῖσθαι τῶν εἰς ἀνθρώπους πεπλημμελημένων αἵ τε πονηραὶ δυνάμεις, καὶ ὅσοι τολμῶσιν ἐκείναις τὰ παραπλήσια, ἢ πρὸς Ἑλληνικὴν ἀπάτην ἀποφέροντές τινας, ἤγουν εἰς ἀδόκιμον καταστρέφοντες νοῦν, διά γε τοῦ διδάσκειν ἐπείγεσθαι τὰ διεστραμμένα, καθίστησιν ἐναργὲς, ταύτης ἕνεκα τῆς αἰτίας ἀφανισθήσεσθαι λέγων τοὺς τῇ Σιῶν πεπολεμηκότας, ἀνθ‘ ὦν ἐξέχεαν αἶμα ἀθῷον, ἠδικήκασί τε οὐ φορητῶς τοὺς υἱοὺς Ἰούδα, τουτέστι, τοὺς ἁγίους ἐξομολογήσεως ὄντας τέκνα. διερμηνεύεται γὰρ Ἰούδας ἐξομολόγησις. ἔφη δέ που καὶ ὁ μακάριος Δαυεὶδ περὶ τῶν ἀνοσίως ἀνηρημένων “Ὅτι ὁ ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμ- “νήσθη· οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων.” πρὸς δέ γε τὸν σατανᾶν ὡς ἐν εἰκόνι γραφόμενον τῷ Ἀσούρ “Ὅν “τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρὸν, “οὕτως οὐδὲ σὺ ἔση καθαρὸς, διότι τὴν γῆν μου ἐμίανας “καὶ τὸν λαόν μου ἀπώλεσας· οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα “χρόνον.’’ οὐκοῦν κατοιχήσεσθαι μὲν εἰς ὄλεθρον τοὺς τῇ Σιῶν πεπολεμηκύτας φησί. κατοικηθήσεσθαι δὲ τὴν Ἰουδαίαν εἰς τὸν ἀἰῶνα, καῖ εἰς γενεὰς γενεῶν τὴν Ἰερουσαλὴμ, οὐ τὴν πεπορθημένην καὶ ἐμπεπρησμένην, εἴπερ ἐστὶν άναμαρτοεπὴς ὁ κύριος καὶ Θεὸς ὡς ἀλήθεια, τὴν νοητὴν δὲ μᾶλλον, τὴν ἐπουράνιον Ἱερουσαλήμ, τὴν ἄνω καὶ θείαν Σιῶν, τὴν εὐκλεᾶ καλλίπολιν “Ἧς τεχνίτης καὶ δημιουργὸς καὶ τέκτων ὁ “Θεὸς,’’ εἰς ἢν καὶ ἡμᾶς αφικέσθαι γένοιτο διὰ Χρυιστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ δόξα τῷ Πατρὶ ἅμα τῷ Ἁγίῳ νεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.