Ancient Greek · ~10 min
Commentary jonah, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΝΑΝ.
Cyrillus Theol., In XII Prophetas 1-14
Not analysed yet
Ὁ ΘΕΣΠΕΣΙΟΣ Ἰωνᾶς πατρὸς μὲν ἐξέφυ τοῦ Ἀμαθὶ, ὥρμητο γεμὴν ἐκ Γεθχοβέρ· πολίχνιον δὲ τοῦτο τῆς Ἰουδαίων γῆς, ἤτοι κώμη, κατά γε τὸν εἰκότα λόγον. ἔοικε δὲ τοὺς τῆς προφητείας πεποιῆσθαι λόγους κατ’ ἐκεῖνον τὸν καιρὸν, καθ’ ὃν καὶ οἱ πρὸ αὐτοῦ Ὠσηέ τε φημὶ καὶ καὶ Μιχαίας καὶ οἱ λοιποί. πλεῖστα δὲ ὅσα τοῖς Ἰουδαίων δήμοις κατίδοι τις ἃν αὐτὸν κεχρησμῳδηκότα, καὶ τοὺς ἄνωθεν καὶ παρὰ Θεοῦ διαπορθμεύσαντα λόγους, καὶ τὰ ἐσόμενα σαφῶς προαπηγγελκότα. ἔγγραφος μὲν οὖν τῆς παρ’ αὐτοῦ προφητείας λόγος ἕτερος οὐδεὶς παρὰ τοῦτόν ἐστιν. ὅτι δὲ διατετέλεκε ταῖς Ἰουδαίων ἀγέλαις τὰ κατὰ καιροὺς ἐσόμενα προαναφωνῶν, μεμαρτύρηκεν ἡ θεόπνευστος γραφή. ἐν γὰρ 1 τῇ τετάρτη τῶν βασιλειῶν ποιεῖται μὲν τοὺς λόγους τὸ γράμμα τὸ ἱερὸν περὶ τοῦ Ἱεροβοὰμ, οὐχὶ δὴ τοῦ καὶ ἐν ἀρχαῖς, ὃς ἦν τοῦ Ναβὰτ, ὃς καὶ ἐξήμαρτε τὸν Ἰσ- καθὰ γέγραπται, δαμάλεσι δηλονότι ταῖς χρυσαῖς προσκυνεῖν ἀναπείσας, ἀλλ’ ἑτέρου πάλιν Ἱεροβοὰμ μετὰ πολλοὺς γεγονότος· τίνα δὲ προανήγγειλεν ὁ μακάριος Ιωνᾶς, διεσάφησε λέγον “Οὗτος ἀπέστησε τὸ ὅριον Ἰσ- “ραὴλ ἀπὸ εἰσόδου Αἰμὰθ ἕως τῆς θαλάσσης τῆς Ἄραβα, “κατὰ τὸ ῥῆμα κυρίου Θεοῦ Ἰσραὴλ, ὃ ἐλάλησεν ἐν χειρὶ “δούλου αὐτοῦ Ἰωνᾶ υἱοῦ Ἀμαθὶ τοῦ προφήτου τοῦ ἐκ “Γεθχοβέρ ὅτι ἐπεῖδε κύριος ἐπὶ τὴν ταπείνωσιν Ἰσραὴλ πικρὰν σφόδρα· καὶ ὀλιγοστοὺς συνεχομένους καὶ ἐσπανισμένους καὶ ἐγκαταλελειμμένους· καὶ οὐκ ἦν ὁ βοηθῶν “τῷ Ἰσραήλ· καὶ οὐκ ἐλάλησε κύριος ἐξαλεῖψαι τὸ “σπέρμα ὑποκάτωθεν τοῦ οὐρανοῦ· καὶ ἔσωσεν αὐτοὺς ἐκ “χειρὸς Ιεροβοὰμ υἱοῦ Ἰωάς.’’ τὸ δὲ ἐκ χειρός φησιν ἀντὶ τοῦ διὰ χειρός. Ἱεροβοὰμ γὰρ, ὡς ἔφην, ὁ τοῦ Ἰωὰς πεπολέμηκε πρὸς τοὺς ἀλλοφύλους, καὶ πόλεις διηρπασμένας τῆς Ἰουδαίων γῆς ὑφ’ ἑαυτὸν πεποίηται πάλιν, καὶ βεβοήθηκεν οὐ μετρίως τοῖς ἐξ Ἰσραὴλ, Θεοῦ προασπίζοντος καὶ διασώζειν ἐθέλοντος, καίτοι πρὸς λῆξιν ἥκοντας τῆς ἁπασῶν ἐσχάτης ταλαιπωρίας. οὐκοῦν γεγόνασι μὲν καὶ ἕτεροι προφητειας λόγοι κατὰ καιροὺς τῷ μακαρίῳ Ιωνᾷ, ἀναγέγραπται δὲ τὰ περὶ αὐτοῦ νυνὶ χρησίμως τε καὶ οἰκονομικῶς. ἀξιάκουστον γὰρ τὸ χρῆμα, τὸ διακηρύξαι φημὶ Νινευίταις, καὶ παθεῖν τὰ μεταξύ. καταγράφει δέ πὼς ὡς ἐν σκιαῖς καὶ τῆς τοῦ Σωτῆρος ἡμῶν οἰκονομίας τὸ μυστήριον. καὶ γοῦν αὐτὸς ἔφη Χριστὸς Ἰουδαίοις προσλαλῶν “Γενεὰ πονηρὰ “καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται “αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. ὥσπερ γὰρ “ἦν Ἰωνᾶς ἐν τῆ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ “νύκτας, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῆ “τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.”