Ancient Greek · ~7 min
Commentary obadiah, ΤΟΥ ΑΥΤΟΥ
Cyrillus Theol., In XII Prophetas 17-14
Not analysed yet
Μετοικεσίαν ἐνθάδε φησὶ τοὺς ἐκ τῆς ῾Ιερουσαλὴμ, ἤγουν τῆς Ἰουδαίας ἁπάσης εἰς Βαβυλῶνα μετῳκισμένους. ἀρχὴν δὲ αὐτῶν ἔσεσθαι φησι τὸν ὑπὸ χεῖρά τε καὶ ἐξουσίαν ἐσόμενον κλῆρον· οἷον ὡς εἴ τις ἐπ’ ἄρχοντος λέγει τὴν τοῦ δεῖνος τυχὸν ἀρχήν. ἔσται τοίνυν φησὶ τοῖς πάλαι μετῳκισμένοις ἀρχή τε καὶ κλῆρος ἡ γῆ τὦν Χαναναίων· φησὶ δὲ τὴν Ἀραβίαν, καὶ ἕως Σηιιεπτῶν, ἥτις ἐστὶ τῆς Σιδωνίας, ἵνα διὰ τούτου τὴν Φοινίκων ἐννοῇς. παραταθήσεται δέ φησι καὶ ἕως Ἐφραθα, ἤγουν ὡς ἐκδέδοται παρὰ τῶν ἑτέρων ἑρμηνευτῶν, καὶ μέχρι Βοσπόρου, ὅ ἐστι, τὰ νοτιώτατα τῆς ἕω μέρη. ποιήσονται δέ φησιν ὑφ’ ἑαυτοῖς καὶ τὰς πόλεις τοῦ Ναγέβ, τουτέστι τοῦ νότου. ἔοικε δὲ διὰ τούτων ἡμῖν ὁ λόγος τὰ Ἰνδικὰ κατασημαίνειν ἔθνη· νοτιώτατοι γὰρ οἱ Ινδοὶ καὶ αἱ τούτων χῶραι. ὅμοιον δὲ ὡς εἰ λέγοι τυχόν Πάντα αὐτῶν ἔσται πλήρη, τὰ πρὸς νότον, τὰ πρὸς βορρᾶν, τὰ πρὸς ἕω, τὰ πρὸς δύσιν, καὶ πᾶσαν ἁπλῶς καθέξουσι πόλιν τε καὶ χώραν. ἐν δὲ τῷ καὶ ἀναβησονται ἄνδρες ἀνακεφαλαιοῦται τρόπον τινὰ τῆς προφητείας τὸν σκοπόν. οἱ γὰρ τῆς Σιῶν οἰκήτορες, φησὶν, ἀνασεσωσμένοι παρὰ Θεοῦ, καὶ τὰ τῆς αἰχμαλωσίας διαρρήξαντες δεσμὰ, κατὰ καιροὺς ἀναβήσονται καὶ ποιήσουσιν ἐκδίκησιν εἰς τὸ ὄρος τοῦ πεπολεμήκασι γὰρ, ὡς ἔφην, πρὸς Ἰδουμαίους μετὰ τοὺς αἰχμαλωσίας καιροὺς, καὶ βεβασίλευκεν ἐπ’ αὐτοὺς ὁ τῶν ὅλων Θεὸς, καίτοι πάλαι τὸ χρῆμα παρωθούμενος, καὶ τῆς Ἰουδαίας ἀποφοιτῶν διὰ τὴν ἀπόστασιν. λελατρεύκασι γὰρ εἰδώλοις, καὶ ταῖς δαμάλεσι ταῖς χρυσαῖς. ἐπειδὴ δὲ κατῄεσαν, εἰσεδέξατο πάλιν καὶ βεβασίλευκεν ἐπ’ αὐτούς· φιλάνθρωπος γὰρ καὶ εὐμενὴς ὁ Δεσπότης, καὶ τοῖς προσκροὺουσιν εὐδιάλλακτος· εἰ μόνον μικράν τινα πρὸς αὐτὸν ἐπιστροφὴν ἐνδεικνύμεθα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.