Ancient Greek · ~8 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ.
Cyrillus Theol., In XII Prophetas 1-8
Not analysed yet
ΠΡΟΦΗΤΕΥΕΙ μὲν ὁ θεσπέσιος ᾿Ιωὴλ ἐν χρόνοις, ὡς ἔοικε, καθ’ οὓς ἂν νοοῖντο καὶ οἱ πρὸ αὐτοῦ τεταγμένοι, τὸν Ωσηὲ δέ φημι, καὶ μέντοι καὶ τὸν ᾿Αμώς. δοκεῖ γὰρ Ἑβραίοις οὐ μετά γε τὸν Μιχαίαν, ἀλλ’ ἐκείνοις αὐτὸν συντετάχθαι δεῖν. καταγορεύει δὲ, ὥς γε μοι φαίνεται, τῶν ἐξ ᾿Ισραὴλ, καὶ πλείστην ὅσην αὐτῶν ποιεῖται καταβοὴν, ὡς εἰς τοῦτο λοιπὸν ἀγερωχίας ἱγμένων ἀποπληξίας τε καὶ ἀναλγησίας, ὡς ὑπὸ μηδενὸς τὸ παράπαν ἀνακόπτεσθαι τῶν κακῶν, μήτε μὴν ταῖς οὕτω συχναῖς, μονονουχὶ δὲ καὶ στοιχηδὸν ἐπενηνεγμένοις, συμφοραῖς ἡττᾶσθαι φιλεῖν, καί- τοι χρόνου μηδενὸς παρεισδεδυκότος, καθ’ ὃν ἂν φαίνοιτό τις ἀνάπνευσις τοῦ κακοῦ, κἂν γοῦν βραχεῖα, γεγενημένη. εὑρήσομεν μὲν δὲ καὶ τὸν μακάριον προφήτην ῾Ησαΐαν διὰ τῶν ἴσων ἐρχόμενον λόγων. ἔφη γάρ “Καὶ ἐθυμώθη ὀργῇ “Κύριος Σαβαὼθ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπέβαλε “χεῖρα αὐτοῦ ἐπ’ αὐτοὺς καὶ ἐπάταξεν αὐτούς· καὶ παρω- “ξύνθη τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ὡς “κοπρία ἐν μέσῳ ὁδοῦ. ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη “ὁ θυμὸς αὐτοῦ, ἀλλ’ ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλή.” συνίης, ὅπως τοῦτο τε κἀκεῖνο πεπόνθασι, καὶ η του παιοντος χεὶρ ἀπομεμένηκεν ὑψηλὴ, ὡς ὅσον οὐδέπω καὶ ἑτέρας ἐποίσουσα πληγὰς αὐτοῖς. ὅνπερ γὰρ τρόπον τὰ δυσίατα τῶν παθῶν οὐ μιᾶς ἔσθ’ ὅτε δεῖται τῆς τομῆς, ἀλλ’ ἔτι πλειόνων· οὕτω καὶ ὁ ἀνθρώπινος νοῦς εἰς λῆξιν ἥκων ἀναλγησίας συχνοτέρας δεῖται πληγῆς, ἀνακομιζούσης μόλις εἴς γε τὸ δύνασθαι λοιπὸν ἀναμαθεῖν ἐπείγεσθαι τὸ τελοῦν εἰς ὄνησιν. ἔοικε τοίνυν ὁ μακάριος προφήτης ᾿Ιωὴλ, ὡς ἐπὶ πλείσταις ἤδη πληγαῖς ἀνουθετήτου μεμενηκότος τοῦ ᾿Ισραὴλ, ποιεῖσθαι σοφῶς τὴν ἐπίπληξιν, συμβουλεύειν τε ἅμα τὰ αἰσχίω μεθέντας μεταφοιτᾶν ἑλέσθαι πρὸς τὸ ἁνδάνον Θεῷ. προσεπάγει γεμὴν καὶ τῶν ὅτι μάλιστα φιλτάτων ἀν’ τοῖς τὴν ὑπόσχεσιν, εἴπερ ἕλοιντο μετανοεῖν· καὶ ὅτι χρηστῷ καὶ ἡμερωτάτῳ περιτεύξονται τῷ Δεσπότη δίδωσι θαρρεῖν. οὗτος μὲν οὖν τῆς ὅλης αὐτοῦ προφητείας ὁ σκοπός· ἕκαστα δὲ τῶν ἐφ’ ἑξῆς ἀνὰ μέρος ἐροῦμεν, ταῖς τῶν προκειμένων θεωρίαις ἑπόμενοι.