Ancient Greek · ~5 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΒΔΟΜΟΣ.
Cyrillus Theol., In XII Prophetas 58-6
Not analysed yet
Tὸν συνιέντα ταυτὶ σοφόν τε εἶναι καὶ συνετώτατον εὖ μάλα φησίν. ἔκκειται γὰρ οὐχὶ τοῖς ἐθέλουσιν ἑτοίμως ἑλεῖν ἡ τῶν θείων λόγων κατάληψις, ἀλλ’ οὐδ’ ἂν δύ- ναιτό τις συνιέναι “παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις “τε σοφῶν καὶ αἰνίγματα,” κατὰ τὸ γεγραμμένον, εἰ μὴ διὰ τῆς ἄνωθεν δᾳδουχίας, Χριστοῦ καθιέντος εἰς νοῦν καὶ καρδίαν οἷαπερ ἀκτῖνα λαμπρὰν, τὴν παρ’ ἑαυτοῦ χάριν. διδάσκει δὲ, ὅτι τὸ μὲν δύνασθαι διάττειν τὴν ἐπ’ εὐθὺ καὶ ἁνδάνουσαν τῷ Θεῷ τρίβον, ἀταλαίπωρον κομιδῆ τοῖς κοσμιότητος ἐρασταῖς· οὐκ ἄτραχυ δὲ τὸ χρῆμά ἐστι τοῖς οὐχ ὧδε ἔχουσι γνώμης. τοὺς μὲν γὰρ ἡ εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ἔφεσίς τε καὶ προθυμία διανευροῖ, καὶ ἀσχέτῳ φέρεσθαι πείθει δρόμῳ πρὸς τὸ θέλειν εὐδοκιμεῖν· τοὺς δὲ ῥοπὴ καὶ διάνευσις ἡ εἰς φαυλότητά τε καὶ ἁμαρτίαν, δειλοὺς καὶ ἀνάνδρους ἀποφήνειεν ἂν, καὶ οὐκ ἔχοντας παρὰ Θεοῦ τὸ κατορθοῦν δύνασθαι τὴν ἀρετὴν, ὅτι μὴ ἐν ἀρχαῖς τετι- μήκασι, μηδὲ γέγονεν εἰς τοῦτο βλέπων αὐτοῖς ὁ σκοπός. οὐκοῦν εἴπερ ἐσμὲν ἀγχίνοι καὶ σοφοὶ, παρὰ Θεοῦ τὸ δύνασθαι δρᾶν ἃ προσῆκεν αἰτήσομεν, χαριεῖται δὲ πάντως, φιλάνθρωπος ὢν, καὶ πνευματικῆς ἰσχύος ἐμπλήσει διὰ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν ῾Αγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.