Ancient Greek
Commentary hosea, ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 1.1
Not analysed yet
ΔόΓος Κυρίου ὄς ἐΓενήθΗ πρὸς ὨσΗε τὸ τοῦ ΒεΗρὶ ἑ ἠμέραις Ὀζίου καὶ Ἰωάθαμ καὶ Ἅχαζ καὶ Ἐζεκίου, βασιλέων Ἰούδα, καὶ ἐν ἠμέραις Ἰεροβοὰμ υἱοῦ Ἱωὰς βασιλέβς Ἰσραήλ. Προφητεύει τοίνυν ὁ μακάριος Ὠσηέ ἐν ἡμεραις Ὀζίου καὶ Ἰωάθαμ καὶ Ἅχαξ καὶ Ἐξεκίου, βασιλέων Ἰcύδα, 3 καὶ ἡμέραις Ἰεροβοαμ υἱοῦ Ἰωὰς βασιλέως ε Ἰσραήλ. καὶ ὁ χρόνος τῆς προφητείας μέχρι τούτου νοεῖται λαβὼν τὴν παράτασιν. χρὴ δὲ οἶμαι τὰ ἐφ’ ἑκάστῳ λοιπὸν ἀφηγεῖσθαι σαφῶς, ὡς ἃν ἔχωμεν ἐννοεῖν, καθάπερ ἤδη προεῖπον, ὁποῖοί τινες οἱ τοιοίδε γεγόνασι, πότερον ἀγαθοί τε καὶ εὖνοι πρὸς Θεὸν, ἤγουν ἀπονενευκότες ἐπὶ τὸ μὴ οὕτως ἔχον· καὶ τίνα τὰ ἐφ’ ἑκάστοις συμβεβηκότα, τοῖς τε ἐν τῆ Σαμαρείᾳ, καὶ τοῖς ἐν τοῖς Ἰεροσολύμοις. εἰσόμεθα γὰρ ὧδε, καὶ λίαν εὐκόλως, ὅποι περ ἂν βλέπῃ τῆς προφητείας ὁ σκοπός. τελευταῖος μὲν οὖν ὠνόμασται Ἰεροβοὰμ ὁ τοῦ Ἰωὰς, βασιλεὺς 'Ισραήλ· 4 γέγονε δὲ πρὸ Ἀξαρίου, τοῦ καὶ ἰστέον δὲ, ὅτι ἕτερος ἡμῖν παρὰ τὸν πρῶτον ἐστὶν, ὃς ἐν καιροῖς γέγονε τῆς βασιλείας Ῥοβοὰμ, υἱοῦ Σολυμῶνος. πλὴν ἰσότροπος ἐκείνῳ καὶ εἰς ἀσέβειαν ἐμφερής. γέγραπ- τᾶι γὰρ ὡδὶ περὶ αὐτοῦ “Ἐν ἔτει πεντεκαιδεκάτῳ τοῦ Ἀμα- “σίου υἱοῦ Ἰωὰς βασιλέως Ἰούδα, ἐβασίλευσεν Ἰεροβοὰμ “υἱὸς Ἰωὰς ωὰς ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ, τεσσαράκοντα καὶ “ἔτος. καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, οὐκ “ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, ὃς “ἐξήμαρτε τὸν Ἰραήλ. ὁρᾷς, ὅπως ζηλωτὴς τῶν ἐκείνου γέγονε τρόπων, τὴν ἴσην ὥσπερ ἁμαξιτὸν ἐρχόμενος, καὶ οἱονεὶ κατὰ πόδας τῆς ἐκείνου δυσσεβείας ἐλθών; εἶτα, τί φησι τὸ γράμμα τὸ ἱερόν; “Én ἔτει εἰκοστῷ καὶ ἑβδόμῳ “τοῦ Ἱεροβοὰμ βασιλέως Ἱσραὴλ, ἐβασίλευσεν Ἁξαρίας “υἱὸς Ἀμασίου βασιλέως Ἰούδα, ὃς ἑκκαίδεκα ἐτῶν ἦν, ἐν “τῶ βασιλεύειν αὐτόν, καὶ δύο καὶ πεντήκοντα ἕτη “ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ “Ἱεχελία ἐξ Ἱερουσαλήμ. καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφ- “θαλμοῖς Κυρίου, κατὰ πάντα ὅσα ἐποίησεν Ἀμασίας ὁ “πατὴρ αὐτοῦ· πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῇρεν, ἔτι ὁ λαὸς “ἐθυσίαζε καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς. καὶ ἥψατο κύριος “τοῦ βασιλέως, καὶ ἦν λελεπρωμένος ἕως ἡμέρας θανάτου “αὐτοῦ.” Εὐσεβὴς μὲν καὶ φιλόθεος ὁ Ὀξίας, πλὴν οὐχ ὁλοτρόπως. οὐ γὰρ περιεῖλε τὰ ὑψηλὰ, φησὶν, ἀλλ’ ἐθυμἱων ἐν αὐτοῖς καὶ τοῖς δαιμονίοις προσῆγον θυσίας οἱ πλανώμενοι. εἶτα παρενεχθεὶς Ἀξαρίας, ἤγουν ὁ Ὀξίας, εἰς ἐκτόπους ἐννοίας, ᾠήθη πρέπειν τῆ τῆς βασιλείας δόξῃ καὶ τὸ χρῆναι πληροῦν τὰ νενομισμένα τῷ Θεῷ, καὶ λειτουργίας ἀντέχεσθαι τῆς ἱερᾶς· καὶ δὴ καὶ τέθυκε δι’ ἑαυτοῦ, τῶν διὰ Μωυσέως ἀλογήσας νόμων. ἐπειδὴ δὲ ἀναβέβηκεν εἰς τὴν οὐδαμόθεν αὐτῷ πρέπουσαν λειτουργίαν, φημὶ δὴ τὴν ἱερὰν, “Ἤψατο, φησὶ, κύριος αὐτοῦ, καὶ ἦν λελεπρωμένος ἕως “ἡμέρας θανάτου. ἀκάθαρτος μὲν οὖν κατὰ νόμους ὁ λεπρός, καὶ ἀπεπέμποντο τῆς παρεμβολῆς οἱ τῷ τοιῷδε πάθει κατειλημμένοι. ἔφη γάρ ποτε Θεὸς πρὸς τὸν ἱεροφάντην Μωυσέα “Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐξαποσ- “τειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν καὶ γονορρυῆ, “καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυχῇ.” ἐπετιμᾶτο δὲ τῇ νόσῳ, τετολμηκὼς ἃ μὴ θέμις, καὶ ἀτιμίαν τοῦ βασιλέως κατεψηφίσατο Θεὸς τὴν ἱερὰν ἁρπάσαντος δόξαν.