Ancient Greek · ~13 min
Commentary hosea, ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 2.1
Not analysed yet
Επειδὴ δὲ τῆς προφητείας ἡ δύναμις οὐκ εἰς μόνον βλέπει τὸν Ἰούδαν, τουτέστι, τοὺς ἐν τοῖς Ἰεροσολύμοις, ἔρχεται δὲ καὶ ἐπὶ τὸν Ἰσραὴλ, τουτέστι, τὰς δέκα φυλὰς τὰς ἐν τῇ Σαμαρείᾳ, φέρε λέγωμεν ἀναγκαίως τοὺς ἐπ’ αὐτὸν βεβασιλευκότας ἐν ἡμέραις Ἀξαρίου, τοῦ καὶ Ὀξίου, καὶ ποίαις αὐτοὺς συμβέβηκεν ἐναλῶναι συμφοραῖς κατηῤῥωστηκότας ἐκτόπως τὴν βέβηλον εἰδωλολατρείαν. ἤδη τοίνυν εἰκοστὸν καὶ ὄγδοον ἔτος ἐν τῷ βασιλεύειν ἔχοντος Ὀξίου, τοῦ καὶ Ἀξαρίου, Ἀξαρίας ἕτερος, [τοῦ] Ἱεροβοὰμ, βεβασίλευκεν ἐπὶ τὸν Ἰαραὴλ μῆνας ἕξ. ἐπειδὴ δὲ καὶ αὐτὸς ἐν ὁδῷ πεπόρευται τοῦ πατρὸς, καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου, δέδοταί τισι τῶν οἰκείων εἰς σφαγὴν, καὶ δὴ καὶ διόλλυται. προἰ· όντος δὲ τοῦ καιροῦ λοιπὸν, ἐν ἔτει τρια- κοστῷ καὶ ὀγδόῳ τῆς βασιλείας Ὀξίου, χρίεται πάλιν ἐπὶ τὸν Ἰσραὴλ ὁ Σελούμ, καὶ βεβασίλευκε μηνὸς ἡμέρας· ἀνῇ- ρηται γὰρ εὐθὺς ὑπὸ Μαναῒμ τ υἱοῦ Γαξῆ τοῦ ἐκ Θερσίν. ἐπεσημήνατο δὲ τὸ γράμμα τὸ ἱερὸν, ὅτι γεγόνασιν υἱοὶ, καὶ ἐξ αἵματος ἦσαν ἀμφότεροι τοῦ Ἰηοῦ, ὃς ἀπέκτεινε τὸν Αχαὰβ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὴν Ἰεξάβελ, ᾧ καὶ ὑπέ- σχετο σχέτο ὁ Θεὸς, λέγων “γίοὶ τέταρτοι καθήσονται ἐπὶ τοῦ “θρόνου σου.” βεβᾶσί λεῦκε τοίνυν ὁ Μαναΐμ ἐπὶ τὸν Ἰσραὴλ, ἀπεκτονὼς τὸν Σελούμ. “καὶ ἐποίησε, φησὶ, τὸ “πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου, οὐκ ἀπέστη ἀπὸ πασῶν “πονηρὸν Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ.” βασιλεύοντος δὲ αὐτοῦ, φημὶ δὴ τοῦ Μαναΐμ, καὶ Θεῷ προσκρούοντος, διὰ τὸ προ[σ]κεῖσθαι λίαν ταῖς τῶν εἰδώλων προσκρούοντος, καταστρατεύεται τῆς Σαμαρείας Θούλας βασιλεὺς Ἀσσυρίων· ὃν ἀμύνασθαι τοῖς ὅπλοις οὐκ ἔχων ὁ Μαναΐμ, πολλοῖς ἀναπείθει χρήμασιν ἀποφοιτῆσαι τῆς γῆς, καὶ λῦσαι τὴν μάχην. ἐπειδὴ δὲ τετελεύτηκεν ὁ Μαναῒμ, ε ἐν ἔτει λοιπὸν πεντηκοστῷ καὶ δευτέρῳ τῆς βασιλείας Ὀξίου χρίεται πάλιν ἐπὶ μὲν τὸν Ἰούδαν ἐν Ἰεροσολύμοις Ἰωάθαμ μετὰ τὴν τοῦ πατρὸς τελευτὴν, περὶ οὗ γέγραπται, ὅτι “Ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου, “κατὰ πάντα ὅσα ἐποίησεν Ὀξίας ὁ πατὴρ αὐτοῦ· πλὴν “τὰ ὑψηλὰ οὐκ ἐξῆρεν· ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμία ἐν “τοῖς ὑψηλοῖς.” ἐπὶ δέ γε τὸν Ἰσραὴλ Φακέας υἱὸς τοῦ Μαναΐμ. “βεβασίλευκε δὲ, φησὶν, ἔτη δύο, καὶ ἐποίησε “τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου. εἶτα συνεστράφη, “φησὶν, ἐπ’ αὐτὸν Φακεὲ υἱὸς τοῦ Ῥομελίου ὁ τριστάτης “αὐτοῦ, καὶ ἐπάταξεν αὐτὸν ἐν Σαμαρείᾳ, καὶ βεβασίλευκεν “ἀντ’ αὐτοῦ ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἐποίησε τὸ πονηρὸν ἐν “ὀφθαλμοῖς κυρίου, οὐκ ἀπέστη ἀπὸ πασῶν τῶν ἀμαρτιῶν “τιῶν Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ. Αὐτοῦ βασιλεύοντος ἀνέβη Θεγλαφαλασὰρ βασιλεὺς Ἀσσυρίων, ὃς πᾶσαν ἑλὼν κατὰ κράτος τὴν Σαμάρειαν, ἀπῴκισε τὸν Ἰσραὴλ εἰς Ἀσσυρίους. τετελεύτηκε δὲ καὶ ὁ Φακεὲ, συστροφὴν ἐπ’ αὐτὸν ποιήσαντος Ὠσηὲ τοῦ υἱοῦ Ἠλὰ, ὃς καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ, ἐν ἕτει εἰκοστῷ Ἰωάθαμ υἱοῦ Ἀξαρίου. ἀλλ’ “Ἐν ταῖς ἡμέραις ἐκείναις, φησὶν, ἤρξατο “κύριος ἐξαποστέλλειν ἐν Ἰούδα τὸν Ῥαασὼν βασιλέα “Συρίας, καὶ τὸν Φακεὲ υἱὸν Ῥομελίου.” ἀνόπιν ἡμῖν ἐν τούτοις ὁ λόγος ἔρχεται· ἔφαμεν γὰρ, ὅτι τετελεύτηκεν ὁ Φακεὲ, Ὠσηὲ τοῦ υἱοῦ Ἠλὰ σύστρεμμα καὶ ἐπιβουλὴν ἐπ’ αὐτόν τινα ποιησαμένου· πλὴν ἐν χρόνοις αὐτοῦ γεγονὸς εἰς μέσον ἄγει διήγημα. “Ἥρξατο γὰρ, φησὶ, κύριος ἐν “ταῖς ἡμέραις ἐκείναις ἐξαποστέλλειν ἐν Ἰούδα τὸν Ῥαασὼν “βασιλέα Συρίας, καὶ τὸν Φακεὲ υἱὸν Ῥομελίου῍”