Ancient Greek · ~4 min
Commentary hosea, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΕΞΗΓΗΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΗΡΟΦΗTHΝ ΩΣΗΕ.
Cyrillus Theol., In XII Prophetas 8
Not analysed yet
Ιστέον δὲ, ὅτι μετὰ τὸ ἀπορραγῆναι τῶν Ιεροσολύμων τὰς δέκα φυλὰς καὶ τὸ ἥμισυ φυλῆς Εφραΐμ, ἰδίοις ἐχρῶντο βασιλεῦσι καὶ οἱ ἐν τῇ Σαμαρείᾳ καὶ οἱ ἐν τοῖς Ιεροσολύμοις καὶ τοῦτο κεκράτηκεν ἄχρι καιροῦ τῆς τελευταίας αἰχμαλωσίας, ὅτε καὶ ὑπενόστησαν ἐν Ἱεροσολύμοις, Κύρου κεκρατηκότος, καὶ ἀνέντος αὐτοῖς τὴν ἀποδρομὴν, καθηγουμένου μὲν Ζοροβάβελ τ τοῦ Σαλαθιὴλ, ὃς ἦν φυλῆς Ἰούδα, ἱερατεύοντος δὲ Ἰησοῦ τοῦ Ἰωσεδέκ. τότε καὶ τὸν ναὸν ἀνεδείμαντο, καὶ ὑπὸ μίαν γεγόνασιν ἀρχὴν, καὶ κατῳκήκασιν ἐν Ἱεροσολύμοις, διχονοίας ἁπάσης ἐξηρημένης. ὅσαι δὲ κατὰ καιροὺς αἰχμαλωσίαι γεγόνασιν ἀνὰ μέρος τῶν δέκα φυλῶν, καὶ μέν τοι καὶ τοῦ ἡμίσεος φυλῆς Ἐφραΐμ, καὶ τῶν ἐν τοῖς Ἰεροσολύμοις, Ἰούδα τέ φημι καὶ Βενιαμὶν, προιὼν ὁ λόγος ἐπιδείξει σαφῶς. ἀνάγραπτοι δὲ γεγόνασιν ἀναγκαίως καὶ οἱ χρόνοι, καθ’ οὓς ἕκαστος τῶν ἁγίων λελάληκε προφητῶν, ἴν' εἰδείημεν ἀκριβῶς ἐν ποίᾳ τινὶ καταστάσει στάσει τῶν πραγμάτων κειμένων, τίνα τε τρόπον ἐχόντων, οἱ παρὰ Θεοῦ πρὸς αὐτοὺς γεγόνασι λόγοι.