Ancient Greek · ~6 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 10-11
Not analysed yet
Ἁρμόσειεν ἂν ὁ λόγος τοῖς ἐξ Ἰούδα μάλιστα καὶ Βενιαμίν. αἰ μὲν γὰρ ἐν τῆ Σαμαρείᾳ φυλαὶ ταῖς τῶν εἰδώλων λατρείαις ὁλοτρόπως προσκείμεναι, ῥᾴθυμοί τε σφόδρα καὶ πολὺ κατημεληκυῖαι τῶν διὰ Μωυσέως ἡλίσκοντο νόμων· οἱ δὲ ἐν τοῖς Ἱεροσολύμοις, ἔθυον μὲν ἐν τοῖς ὑψηλοῖς τῇ Βάαλ καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ προσῆγον σπονδὰς, ὑπεπλάττοντο δὲ πρὸς τούτῳ καὶ τῆς εἰς τὸν νόμον αἰδοῦς ποιεῖσθαι φροντίδα, καὶ ἀποπληροῦν ἐπείγεσθαι καὶ θυσίας καὶ ἑορτάς. ἀλλ’ ὅτι ταῦτα μεμίσηκεν ὁ τῶν ὅλων Δημιουργὸς, καὶ διὰ φωνῆς Ἡσαΐου φανερὸν ἐποιεῖτο λέγων “Ἀκούσατε λόγον κυρίου, ἄρχοντες Σοδόμων· προσ- “έχετε νόμον Θεοῦ, λαὸς Γομόρρας· τί μοι πλῆθος τῶν “θυσιῶν ὑμῶν, λέγει Κύριος; πλήρης εἰμὶ ὁλοκαυτωμάτων “κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ “βούλομαι, οὐδ’ ἂν ἔρχησθε ὀφθῆναί μοι· τίς γὰρ ἐξε- “ζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου “οὐ προσθήσεσθε. ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυ- “μίαμα, βδέλυγμά μοι ἐστί· τὰς νουμηνίας ὑμῶν καὶ τὰ “σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν “καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου· “ἐγενήθητέ μοι εἰς πλησμονήν.” ταύτης ἠρτῆσθαι τῆς διανοίας τὰ προκείμενά φαμεν. μεμίσηκα γάρ φησι καὶ ἀπεωσάμην τὰς ἑορτ‘ὶς ὑμῶν, καὶ οὐκ ἂν ἐπαινέσαιμι τὰς θυσίας, οὐδ’ ἂν ὀσμὴν εὐωδίας καταλογισαίμην πώποτε τὰ ὁλοκαυτώματα καὶ τὰς ὑπὲρ τοῦ σωτηρίου προσαγωγάς. εἴδη δὲ ταῦτα θυσιῶν διεσταλμένα κατὰ καιροὺς, καὶ ὡς ἐν ἰδίοις τρόποις. ἕτερον γάρ τι τὸ ὁλοκαύτωμα, καὶ ἕτερον ἡ θυσία, καὶ ἡ τοῦ σωτηρίου ἐπιφάνεια, τουτέστι, τὸ εἰς ὄψιν ἰέναι Θεοῦ, καὶ τὰς ὑπὲρ τοῦ σωτηρίου προσκομίζειν θυσίας.