Ancient Greek · ~3 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 11-12
Not analysed yet
Αλλ᾿ Ἰουδαίοις μὲν πλείστην ὅσην ἐπιτηδεύουσι τὴν ἀσέβειαν πρέποι ἃν εἰκότως ἅπερ ἔφαμεν ἀρτίως· ἀποδέχεται δὲ, καὶ λίαν ἀσμένως, καὶ προσίεται Θεὸς τὰς τῶν ἐν πίστει θυσίας, τὸ ὁλοκαύτωμα τὸ πνευματικὸν, τὰς ἐν ἑορταῖς ἐπιφανείας. εὐωδιάζομεν γὰρ οὐχ ἑαυτοὺς, ἀλλὰ τὸν ἐν ἡμῖν διὰ τοῦ Πνεύματος, φημὶ δὴ Χριστόν. πρέποι δ᾿ ἃν, καὶ μάλα εἰκότως, τὸ ἀπαράδεκτον εἰς θυσίαν, καὶ τοῖς ἀνοσίοις αἱρετικοῖς καὶ οἷς οὐκ ἔστιν εἰπεῖν, κατά γε τοὺς ἐν πίστει γνησίους “Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ “Θεῷ.” ὀσμὴ γὰρ αὐτοῖς ἐν Βεελζεβοὺλ, εἴπερ ἐστὶν d ἀληθὲς ὅτι “Οὐδεὶς λέγει ἀνάθεμα Ἰησοῦς, εἰ μὴ ἐν Βεελζεβούλ. δυσφημοῦντες δὲ ἀφυλάκτως οἱ τάλανες, καὶ τῆς τοῦ Μονογενοῦς καταψευδόμενοι δόξης, οὐκ εὐοσμίᾳ πνευματικῇ, βορβόρῳ δὲ μᾶλλον καταμεθύοντα φοροῦσι ’τον νοῦν.