Ancient Greek · ~9 min
Commentary amos, ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΞΗΓΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ.
Cyrillus Theol., In XII Prophetas 10-9
Not analysed yet
Tίς οὖν ὁ τῶν εἰρημένων ἀληθέστερος νοῦς; ἐφθέγξατό φησιν ἐκ Σιῶν ὁ Κύριος, ὡς ἐξ ἰδίου τόπου, καὶ ἐξ Ἱερουσαλὴμ, ὡς ἐκ νεμηθείσης αὐτῷ· ἔστι μὲν γὰρ οὐκ ἐν τόπῳ τὸ ἀσώματον, ἐπειδὴ δὲ ἦν ἐν τοῖς Ἰεροσολύμοις ὁ διαβόητος ἐκεῖνος ναὸς, ἐδόκει πὼς ἴδιος ὑπάρχειν ὁ χῶρος αὐτοῦ, κατά γε τὴν τῶν ἀρχαιοτέρων ὑπόληψιν μικρὰ φρονούντων ἔτι περὶ Θεοῦ. ἀντὶ δὲ τοῦ ἐφθέγξατο, τέθεικε τῶν Ἑβραίων ἡ ἔκδοσις Ὠρύσατο, ἤτοι ἐβρυχήσατο, τὸν τῶν λεόντων νόμον. οὗ δὴ γεγονότος, ἐπέθησάν φησιν αἱ νομαὶ τῶν ποιμνίων· νομὴ δὲ ποιμνίων τὰ τῶν ἀλλοφύλων ἔθνη φησὶ, καθάπερ τισὶ ποιμέσι τοῖς ἑαυτῶν κρατοῦσιν ὑπεστρωμένα, οἳ πρὸς πᾶν ὁτιοῦν τῶν κατὰ γνώμην αὐτοῖς ἄγουσί τε καὶ φέρουσι τοὺς ὑπὸ χεῖρα λαούς. ἐπένθησαν τοίνυν, τουτέστιν ἐν κατηφείαις καὶ ἐν παντὶ γεγόνασι κακῷ· γίνεται γὰρ πένθος ἐπὶ νεκροῖς. αἴτιον δὲ τῆς συμφορᾶς αὐτοῖς τὸ καταβρυχήσασθαι τὸν Θεὸν, καὶ οἷον ἀπειλῆσαι τὸν ὄλεθρον. “Λέων γάρ φησιν “ἐρεύξεται, καὶ τίς οὐ φοβηθήσεται ”πλὴν οὐ μόνον ἐπένθησαν αἱ νομαὶ τῶν ποιμνίων, ἐξηρανθη δὲ πρὸς τούτῳ καὶ ἡ κορυφὴ τοῦ Καρμήλου· Καρμηήλου δὲ κορυφὴν τὰ Ἱεροσόλυμά φησι. Κάρμηλος μὲν γὰρ ὄρος ἐστὶν ἐν τῇ τῶν Ἰουδαίων κείμενον χώρᾳ, ἐν ᾧ καὶ κατῴκηκεν ὁ Θεσβίτης Ἠλίας. κατασημαίνεται μαίνεται δὲ πολλάκις ἡ πᾶσα τῶν Ἰουδαίων γῆ διὰ τῆς τοῦ Καρμήλου μήλου προσηγορίας. ὁποῖόν ἐστι τὸ διὰ φωνῆς ἑτέρου προφήτου πρὸς τοὺς υἱοὺς Ἰσραὴλ εἰρημένον παρὰ Θεοῦ “Καὶ εἰσήγαγον ὑμᾶς εἰς τὸν Κάρμηλον τοῦ φαγεῖν “τὰ ἀγαθὰ αὐτοῦ καὶ τοὺς καρποὺς αὐτοῦ, καὶ εἰσήλθετε “καὶ ἐμιάνατε τὴν γῆν μου, καὶ τὴν κληρονομίαν μου ἔθεσθε “εἰς βδέλυγμα.” ἐπειδὴ τοίνυν ἡ τῶν ἄλλων πόλεων τῶν κατὰ τὴν Ἰουδαίαν ἐπισημοτέρα καὶ διαφανὴς ὠνόμαστο τὰ Ἱεροσόλυμα, κορυφὴν αὐτὰ τοῦ Καρμήλου φησὶν, ὡς ἐπηρμένην ἐν δόξη, ὡς προὔχουσαν ἐν ὑπεροχῇ, ὡς περίοπτον παρὰ τὰς ἄλλας, διάτοι τὸν θεῖον ἔχειν ναὸν, καὶ τοὺς ἐκ φυλῆς Ἰούδα κατὰ καιροὺς βασιλεύοντας. ἔθος δὲ τοῖς ἁγίοις προφήταις κατακρύπτειν οἰκονομικῶς ταῖς ἀσαφείαις τοὺς λόγους, διὰ τὸ ἀχάλινον εἰς ὁρμὰς τῶν ἀκροωμένων. οὐ γὰρ ἂν ἠνέσχοντο λαλούντων ἀναφανδὸν πολὺ λίαν ἀνεπτοημένοι πρὸς θράσος, καὶ τοῖς ἁγίοις προφήταις ἐπιτι- μῶντες καὶ λέγοντες “Ἀλλὰ ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε “ἡμῖν ἑτέραν πλάνησιν.”