Ancient Greek · ~4 min
Commentary amos, ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΞΗΓΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ.
Cyrillus Theol., In XII Prophetas 9-10
Not analysed yet
Ὅλος ἡμῖν ἐν τούτοις ὁ τῆς προφητείας διαφαίνεται σκοπὸς, καὶ τοῦ παντὸς χρησμῳδήματος ὅρος ὥσπερ τις καὶ προαφήγησις ἀσαφείᾳ πολλὴ κατεσκιασμένη, νοοῖτ᾿ ἃν εἰκότως ἡ τοῦ προκειμένου δύναμις. πεποίηται μὲν γὰρ ὡς ἐξ ὁμοιότητός τε καὶ μεταφορᾶς ὁ λόγος, καὶ ὡς ἐκ τοῦ πεφυκότος συμβαίνειν ταῖς εὐπρέμνοις τῶν ὀρῶν κορυφαῖς, ἢ καὶ τοῖς ἐψιλωμένοις τῶν πεδίων ἔσθ’ ὅτε. ὄρη μὲν γὰρ καίτοι δρυμοῖς κομῶντα καὶ ξύλοις, πεδιὰς δὲ αὖ πολλῇ καὶ ἀμφιλαφεῖ τῇ πόᾳ κατεστεμμένη, καταφθείροντός τινος ἢ λοιμοῦ τυχὸν, ἤγουν ἑτέρου του τῶν ἐξ ἀέρος ἀῤῥωστημάτων, ἀδοκήτως αὐαίνεται. διαπίπτει δὲ οὕτω καὶ τὰ ἀνθρώπινα, καὶ κατασκήπτουσιν ἔσθ᾿ ὅτε πόλεων καὶ χωρῶν πικραὶ καὶ δύσοιστοι συμφοραὶ, διολλύουσαι καὶ καταφθείρουσαι φθείρουσαι μικρόν τε καὶ μέγαν. τίνος γὰρ ἃν φείσαιτο πολεμίων ξίφος, ἢ, φέρε εἰπεῖν, λοιμὸς, ἄρδην ἀποκείρων καὶ τὸν ἐν πλούτῳ καὶ δόξαις καὶ δυναστείαις διαφανῆ, καὶ τὸν ἄσημόν τε καὶ κατεῤῥιμμένον; γέγονε τοίνυν τῷ Προφήτῃ νυνὶ πρέπων ὅτι μάλιστα τοῖς αὐτῷ κατειθισμένοις ὁ λόγος. ἦν γὰρ, ὡς ἔφην, αἰπόλος, καὶ πεποίηται τὴν παρατροπὴν ὡς ἐκ τοῦ καταφθείρεσθαι πολλάκις τὰς τῶν θρεμμάτων νομάς.