Ancient Greek · ~5 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 11-6
Not analysed yet
Οἱ λοιποὶ πάλιν ἑρμηνευταὶ, καὶ μὴν καὶ τῶν Ἑβραίων ἡ συγγραφὴ, τὸ ὡς ὄρθρος ἀπεῤῥίφησαν εἰρήκασιν ἐναργῶς, τὸ οἷον ὡς ἐν ὀλίγῳ κομιδῇ καιρῷ, ἤγουν ὀξέως καὶ ἀμελλητὶ τῆς πρὸς Θεὸν οἰκειότητος ἀποπεπτωκέναι τὸν Ἰσραὴλ, διὰ τούτου σημαίνοντες. βραχὺς δὲ λίαν ὁ τοῦ ὄρθρου καιρός· ἅμα τε γὰρ ἄρχεται διαυγασμοῦ τῆς ἡμέρας τὸ φῶς, καὶ τὸν ὄρθρον ἐργάζεται· ἀνασχόντος γεμὴν ἡλίου, καὶ πρώτην ἀκτῖνα προέντος, λέλυται παραχρῆμα καὶ διελήλακεν. οὐκοῦν ὡς ὄρθρος, τουτέστιν, ἐν ὀλίγῳ καὶ βραχεῖ καὶ κομιδῆ συνεσταλμένῳ καιρῷ, τοῖς ἡγουμένοις ὁμοῦ συναπεῤῥίφησαν. ἢ γὰρ οὕτως συνήσομεν, ἤγουν καθ’ ἕτερον τρόπον μεταληψόμεθα. ὅτε γὰρ τοῖς ἀνθρωπίνοις πταίσμασιν οὔπω τὰς δίκας ἐπιφέρει Θεὸς, ἢ καὶ μακροτέραν ποιεῖται τῆς ἀνεξικακίας τὴν παράτασιν, τὸ ἀπεικὸς οὐδὲν, τοῖς ἐν νυκτὶ καθεύδουσι παρεικάζειν αὐτόν. καὶ γοῦν οἱ μακάριοι Προφῆται διακεκράγασι πολυτρόπως ἡμῖν, αὐτὸ δὴ τοῦτο κατασημαίνοντες. Ἰερεμίας μὲν γὰρ ὁ σοφώτατος “Μὴ “ἕσῃ, φησὶν, ὥσπερ ἄνθρωπος ὑπνῶν, ἢ ὡς ἀνὴρ οὐ δυνά- “μένος σώζειν· ὁ δὲ γε θεσπέσιος μελῳδὸς, ποτὲ μέν φησιν, ὅτι “Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς Κύριε Κύριε; ἀνάστηθι καὶ μὴ “ἀπώσῃ εἰς τέλος· ποτὲ δὲ αὖ διεγηγερμένον βλέπων εἰς ἐπικουρίαν τινῶν, “Καὶ ἐξηγέρθη, φησὶν, ὡς ὁ ὑπνῶν “Κύριος.”