Ancient Greek · ~3 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 12-6
Not analysed yet
Ορθρον δὴ οὖν ἔοικεν ἀποκαλεῖν τῆς ἐπ’ αὐτοῖς οἱονεὶ ἐγρηγόρσεως τὸν καιρόν· ὄρθρου γὰρ ἐξ ὕπνου διανιστάμεθα. ἠγρυπνηκότος δὴ οὖν ἐπ’ αὐτοῖς τοῦ Θεοῦ, καὶ μονονουχὶ διεγηγερμένου λοιπὸν εἰς ἐπίσκεψιν ὧν δεδράκασιν, ἀπόβλητοι καὶ ἀπεῤῥιμμένοι γενήσονται· καίτοι διὰ πλείστην ὅσην ἀνεξικακίαν μονονουχὶ καὶ νυστάξαντος ἐπ’ αὐτοῖς, κατὰ τὸν ἤδη παρωχηκότα καιρόν. συναπεῤῥίφθαι δὲ τοῖς ὄχλοις καὶ τὸν βασιλέα, φησὶν, ὡς ὅσον οὐδέπω καὶ τῆς Εφραΐμ βασιλείας ἐσομένης ἐκ μέσου. ὑπονοστήσαντες γὰρ, ὡς ἔφην, εἰς τὴν Ἰουδαίαν μετὰ τὸν τῆς αἰχμαλωσίας καιρὸν, ὑφ’ ἕνα πάντες γεγόνασι βασιλέα, καθάπερ ἀμέλει καὶ ἐν ἀρχαῖς καὶ πρὸ τῶν τῆς ἁλώσεως χρόνων. ἐβασίλευον γὰρ οἱ ἐκ φυλῆς Ἰούδα κατὰ τὴν Ἱερουσαλὴμ, ὄντος ἔτι παντὸς τοῦ Ἰσραὴλ.