Ancient Greek
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ.
Cyrillus Theol., In XII Prophetas 11-8
Not analysed yet
Εἰ δὲ δή τις βούλοιτο καὶ ἠθικωτέραν ἐν τούτοις διήγησιν ἀναγράφεσθαι, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος· εἰ γὰρ ὁρῷτο ψυχὴ συχνοῖς καὶ ἀλλεπαλλήλοις καταδακνομένη πάθεσι, καὶ οἷον ἑκάστην ἀρετὴν ἀπολλύουσα κατὰ βραχὺ, καὶ τοῦτο ἐκείνῳ προστιθεῖσα διὰ ῥᾳθυμίαν, πῶς οὐκ ἀτρεκὲς ἐπ’ αὐτῇ τὸ λέγειν Τὰ κατάλοιπα τῆς κάμπης κατέφαγεν ἡ ἀκρὶς τοὶ κατάλοιπα τῆς ἀκρίδος κατέφαγεν ὁ βροῦχος, καὶ τὰ κατάλοιπα τοῦ βρούχου κατέφαγεν ἡ ἐρυσίβη ; ἐρυσίβης γὰρ δίκην καὶ τῶν ἑτέρων κακῶν, κατασίνονταί πὼς τὰ ἐν ἡμῖν ἀγαθὰ πονηραὶ καὶ ἀκάθαρτοι δυνάμεις εἰς νοῦν ἐμπίπτουσαι, καὶ ἀπλήστοις ὀδοῦσι δαπανᾶν εἰθισμέναι. καλὴ τοιγαροῦν ἡ ἀσφάλεια· καὶ δὴ καὶ ὀνίνησιν οὐ μετρίως ἡμᾶς ὁ Παροιμιαστὴς λέγων “᾿Εὰν πνεῦμα τοῦ ἐξουσιάζοντος “ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει “ἁμαρτίας μεγάλας. ἐπιτιμώμενα μὲν γὰρ ἐν ἀρχαῖς τὰ πάθη πραύνονταί τε καὶ ἀνακόπτονται· πλατεῖαν δὲ ὥσπερ καὶ ἀνουθέτητον εἰ λάβῃ τὴν εἰς τὰ χείρω πρόοδον, ὅλης δι’ ὅλου καταδράττονται τῆς ψυχῆς, καὶ λογισμοῦ τοῦ κολάζοντος οὐκ ἀνέχεται.