Ancient Greek · ~5 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ.
Cyrillus Theol., In XII Prophetas 10-8
Not analysed yet
Οὐκοῦν πλεῖστα μὲν ὅσα τὰ συμβεβηκότα κατὰ καιρούς· δειναὶ δὲ καὶ ἀξιάκουστοι πορθήσεις γεγόνασι τέσσαρες· βασιλεύοντος μὲν γὰρ ἐν τῆ Σαμαρείᾳ ᾿Ωσηὲ υἱοῦ ᾿Ηλὰ ἀνέβη Σαλμανασὰρ ὁ Ἀσσύριος, καὶ ἀπῴκισε τὸν ᾿Ισραὴλ εἰς τὰ ὅρια Περσῶν καὶ Μηδῶν. εἶτα βραχὺ προἰ· όντος τοῦ καιροῦ, καὶ προφητεύοντος ῾Ιερεμίου, κατὰ κράτος ᾕρηκε τὴν ῾Ιερουσαλὴμ ὁ Ναβουχοδονόσορ, ἀνείθη δὲ μόλις ὁ Ἰσραὴλ διὰ Κύρου τοῦ Καμβύσου, τῶν ἑβδομήκοντα τετελεσμένων ἐτῶν. εἶτα γέγονε κατὰ καιροὺς Ἀντίοχος, ὁ ἐπίκλην Ἐπιφανής. οὗτος ἀφιγμένος εἰς τὴν Ἰουδαίαν, καὶ τὸν θεῖον ἐνέπρησε ναὸν, εἶλε τε τὰ σκεύη τὰ ἐν αὐτῷ, καὶ τῶν πατρῴων ἐθῶν καταρρᾳθυμεῖν ἐβιάζετο τοὺς ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν· ὅτε καὶ τὰ τῶν Μακκαβαίων συνέβη γενέσθαι λαμπρὰ καὶ ἀξιοθαύμαστα κατορθώματα. τέταρτος δὲ τοῖς ἐξ ᾿Ισραὴλ ὁ ῾Ρωμαίων ἐπῆλθε πόλεμος, ὅτε καὶ ἐσκορπίσθησαν εἰς πάντα ἄνεμον. ἔοικεν οὖν ὁ Προφήτης ἀσυμφανῶς τε καὶ ἀμυδρῶς, καὶ ὡς ἐν εἴδει παραδειγμάτων διὰ τῶν τοιούτων διηγημάτων τὸν οἰκεῖον ἡμῖν ἀποκομίζειν βούλεσθαι λόγον· κάμπην καὶ ἀκρίδα καὶ βροῦχον καὶ μέντοι καὶ ἐρυσίβην, ἤτοι τοὺς πολέμους αὐτοὺς τοὺς ἐπανατρέχοντας ἐφ’ ἑνὶ πλαγίως ὑποδηλῶν, ἤγουν τοὺς τῶν στρατιῶν ἐξάρχοντας, ὧν καὶ ἀρτίως πεποιήμεθα μνήμην.