Ancient Greek · ~2 min
12 to 13
Cyrillus Theol., In XII Prophetas 12-9-13
Not analysed yet
Μῆ δὴ πλατὺ γελάτωσαν αἱρετικοὶ, μηδὲ τῆς τοῦ Μονογενοῦς καταφλυαρείτωσαν δόξης, ὡς δὴ καὶ μεγάλης δυνάμεως ὠνομασμένης τῆς κάμπης, μὴ δ’ ἂν εἰ λέγοιτο καὶ αὐτὸς Θεοῦ δύναμις ἐν ἴσῳ γραφέσθω τῆ σκώληκι. τετολμήκασι γὰρ οἱ δείλαιοι καὶ εἰς τοῦτο κατολισθεῖν ἀθλιότητος ἐννοιῶν. Kαὶ οὐ μὴ καταισχυνθῇ ὁ λαός μου εἰς τὸν αἰῶνα· καί ἐπιγνώσεσθε ὅτι ἐν μέσῳ τοῦ Ἰσραὴλ ἐΓώ εἰμι, κω ἐΓὼ Κυριος ὁ Θεὸς ὑμῶν, καὶ οὐκ ἔστιν ἐστιν πλὴν ἐμοῦ· καὶ οὐ μὴ κατασχυνθήσεται ἔτι πᾶς ὁ λαόc μου εἰς τὸν αἰῶνα.