Ancient Greek · ~8 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 11-9
Not analysed yet
Εἰ δὲ δὴ νοοῖτο πνευματικῶς τῆς προφητείας ὁ λόγος, φαμὲν, ὅτι κατεδηδοκότος ἡμᾶς ὥσπερ τοῦ σατανᾶ, καὶ ὡς ἐν τάξει κάμπης τε καὶ ἀκρίδος καὶ μέντοι καὶ ἐρυσίβης κατεφθαρκότων οὐ φορητῶς τῶν ἀλιτηρίων πνευμάτων ἐπὶ πολυτρόπου παθῶν ἰδέας, ξηροὶ καὶ ἄκαρποι μεμενήκαμεν, γυμνοὶ καὶ ἐψιλωμένοι παντὸς ἀγαθοῦ, οὐκ ἠθικὴν ἔχοντες εἰς νοῦν ἀρετὴν, οὐ δογματικῇ θεωρίᾳ καταλαμπόμενοι, λιμῷ δὲ ὥσπερ κατεφθαρμένοι, καὶ ἁπαξαπλῶς ἁπάσης εὐκαρπίας ἐστερημένοι. ἐπειδὴ δὲ πεπλουτήκαμεν παρὰ χριστοῦ τὸ χρῆναι θαρσεῖν· νενικήκαμεν γὰρ σὺν αὐτῷ τὸν κόσμον, καὶ “Δέδωκεν ἡμιν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων τότε δὴ τότε καὶ ὑετοὺς ἐσχήκαμεν τοὺς πνευματικοὺς πρώϊδικαιουμένοις μόν τε καὶ ὄψιμον, νομικήν τε φημὶ παίδευσιν καὶ παράκλησιν Εὐαγγελικήν, τότε καὶ ἀνεθάλομεν εἰς δικαιοσύνην καὶ καρποὺς ἐσχήκαμεν ζωῆς, τότε καὶ φάγοντες ἐμπεπλῆσμεθα καὶ δοξολογοῦμεν ὡς Δεσπότην τὸν ἑαυτῶν Σωτῆρα χριστὸν, ἀνακηρύττοντες ὡς θαυματουργὸν, καὶ τὰ λόγου καὶ ἐλπίδος ἐπέκεινα τοῖς ἀγαπῶσιν αὐτὸν δωρούμενον. ἐγνώκαμεν δὲ πρὸς αὐτῷ παντελῶς ἕτερον οὐδένα. δεδιδάγμεθα δὲ λέγειν ἐξ ἀγαθῆς διανοίας “κύριε, ἐκτός σου “ἄλλον οὐκ οἴδαμεν· τὸ ὄνομά σου ὀνομάζομεν.” ἄθρει δὲ ὅπως ὁ τῶν ὅλων Θεὸς μονονουχὶ καὶ διαγελᾷ καὶ κατειρωνεύεται τὰ ἀνθρώπινα, δύναμιν μεγάλην ἑαυτοῦ τὴν κάμπην ἀποκαλῶν, ἢν καὶ εἰς αὐτοὺς πεπομφέναι φησὶ. καὶ οὐ δήπου φαμὲν, ὅτι δύναμις ἀληθῶς ἡ κάμπη Θεοῦ, καὶ τοῦτο μεγάλη, ἀλλ’ οἷον ἐκεῖνό φησι τοῖς τὴν δι’ αὐτῆς οὐκ ἐνεγκοῦσι κόλασιν ἃ δεῖνοι καὶ ἀγέρωχοι καὶ ἐν οὐδενὶ γράφοντες λόγῳ τὸ προσκρούειν ἐμοί· οὐ πῦρ ἐφ’ ὑμᾶς οὐρανόθεν ὁρῶμαι καθεὶς, οὐκ ἐπαφῆκα βροντὴν ἢ χάλαζαν, οὐχ ἕτερόν τι τῶν ὑψοῦ τε ἠρμένων, καὶ ὅτι μάλιστα τῇ τοῦ Θεοῦ δόξη πρεπωδεστάτων ἐπενεγκών. σκωλήκων εὐτελεστάτων ἀθλία πληθὺς κατεξανέστη τῆς χώρας, καὶ τεθορύβησθε πρὸς αὐτῆς, τεθρηνήκατε καὶ διολώλατε· τάχα που μεγάλη λίαν ἡ κάμπη, λογιοῦμαι δὲ αὐτὴν καὶ δύναμιν ἐμαυτοῦ μεγάλην· ἐν ἤθει δὴ οὖν ὁ λόγος, καὶ οἱονείπως ἐν γέλωτι, μονονουχὶ καὶ ἐπιτωθάζοντος Θεοῦ τοῖς καταφρονεῖν εἰωθόσιν, ὡς καὶ, εἴπερ ἕλοιτο κολάζειν αὐτοὺς, ἀρκούσης εἰς τοῦτο καὶ κάμπης ἀντὶ πολλῆς καὶ ἀμάχου λοιπὸν ἰσχύος.