Ancient Greek · ~2 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 13-12
Not analysed yet
Γέγραπται “Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου, ἐν θλίψει “μίκρᾳ ἡ παιδεία σου ἡμῖν.” ἄριστον δὲ ὅτι τὸ χρῆμά ἐστι καὶ ὀνησιφόρον ἀληθῶς τὴν θλῖψιν εἰδὼς καὶ ὁ θεσπέσιος Δαυεὶδ, ποτὲ μὲν ἔφασκεν “Ἐν θλίψει ἐπεκαλεσάμην τὸν “Κύριον,” ὅτε δὲ αὖ “Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἀν’ μάθω τὰ δικαιωματα σου. σωφρονεστέρους γὰρ ἡμᾶς ἀποτελοῦσιν αἱ θλίψεις, καὶ τῶν τῆς ῥᾳθυμίας ἐξέλκουσι βρόχων, τῆς ἐπιεικείας τοὺς τρόπους ἀγαπᾶν ἀναπείθουσαι, καὶ τὸν ἀπηνῆ καὶ δυσήνιον ὡς ἐξ ἀνάγκης καὶ φόβου τοῖς τῆς ὁσιότητος καὶ ὑπακοῆς ὑποφέρουσαι ζυγοῖς.