Ancient Greek · ~4 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 14-13
Not analysed yet
Kαταδῃωθείσης δὴ οὖν τῆς Σαμαρείας, φησὶ, καὶ κατεμπιπρῶντος τὰς πόλεις τοῦ Βαβυλωνίου, κἂν εἰ ἕλοιντο μαθεῖν τοτηνικάδε τινὲς τί τὸ θέλημα τοῦ Θεοῦ, καὶ τί δρῶντες ἢ λέγοντες τῆς παρ’ αὐτοῦ τεύξονται φειδοῦς, ἵν ἔξω φέροιντο τῆς ὀργῆς, οὐκ ἔσται, φησὶν, ὁ διδάσκων. λιμὸν γὰρ ἐποίσω τῶν παρὰ Θεοῦ λόγων αὐτοῖς, ὡς μηδένα παντελῶς εὑρεθῆναι προφήτην, κἂν εἰ ἐκ δυσμῶν τρέχοιεν εἰς ἠῶ, κἂν εἰ ἐκ μεσημβρίας ἐπὶ τὰ βόρεια. τούτῳ παραπλήσιόν ἐστι τὸ εἰρημένον παρὰ Θεοῦ πρὸς τὸν μακάριον Ἰεζεκιήλ “Καὶ τὴν γλῶσσάν σου συνδήσω καὶ ἀποκωφω- “θήσῃ, καὶ οὐκ ἔση αὐτοῖς εἰς ἄνδρα ἐλέγχοντα, ὅτι οἶκος “παραπικραίνων ἐστίν.” οἱ γὰρ ἅπαξ τὸν παρὰ Θεοῦ διαπτύσαντες λόγον, οὐδ’ ἃν εἰ ἑκόντες ἔτι βούλοιντο, λαβεῖν ἔχοιεν ἂν εἰκότως. ὕδατα δὲ σαλευόμενά φησι τὴν τῶν Ἰουδαίων ἀμέτρητον πληθὺν, ὡς ἐν θορύβοις γεγενημένην, καὶ τοῖς ἐν θαλάσσῃ κύμασι προσεοικυῖαν λοιπὸν, ἃ ταῖς τῶν ἀνέμων ἐμβολαῖς διαριπτεῖται πανταχῆ.